# Testimonia 2.163.1-2.164.3

Melissus, Testimonia, 2.163.1 to 2.164.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/melissus/testimonia/2.163.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/melissus/testimonia/2.163.1

ται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχεται, πλέων. 10 ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενὸν μὴ ἔστιν. εἰ τοίνυν πλέων ἔστιν, οὐ κινεῖται. ὄντος ὅτι ἕν ἐστι καὶ ἀγέννητον καὶ ἀκίνητον καὶ μηδενὶ κενῷ διειλημμένον. ἀλλ’ ὅλον ἑαυτοῦ πλήρης. ἐπάγει (1) μέγιστον μὲν οὖν σημεῖον οὕτος ὁ λόγος, ὅτι ἕν μόνον ἐστιν· ἀτὰρ καὶ τάδε σημεῖα. (2) εἰ γὰρ ἦν πολλά, τοιαῦτα χρὴ αὐτὰ εἶναι, οἷόν περ ἐγὼ φημὶ τὸ ἕν εἶναι. εἰ γὰρ ἔστι γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσός, καὶ τὸ μὲν ζῷον τὸ δὲ τεθνηκός, καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα, ὅσα φασὶν οἱ ἄνθρωποι εἶναι ἀληθῆ, εἰ δὴ ταῦτα ἐστι, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι χρὴ ἕκαστον τοιοῦτον, οἷόν περ τὸ πρῶτον ἔδοξεν ἡμῖν, καὶ μὴ μεταπίπτειν μηδὲ γίνεσθαι ἑτεροῖον, ἀλλὰ ἀεὶ εἶναι ἕκαστον, οἷόν πέρ ἐστιν· νῦν δὲ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι. (3) δοκεῖ δὲ δυνατὸν διὰ πλήρους κινεῖσθαι, ὡς ἐπὶ τῶν σωμάτων λέγομεν, ἀλλ’ ὅτι πᾶν τὸ ὃν οὔτε εἰς ὃν δύναται κινηθῆναι (οὐ γὰρ ἔστι τι παρ’ αὐτό) οὔτε εἰς τὸ μὴ ὄν· οὐ γὰρ ἔστι τὸ μὴ ὄν’. ταῦτα μὲν οὖν ἄρκει τῶν Μελίσσου ὡς πρὸς τὴν Ἀριστοτέλους ἀντίρρησιν· τὰ δὲ λήμματα αὐτοῦ ὡς συνελόντι φάναι τοιαῦτα· τὸ ὃν οὐ γέγονε· τὸ μὴ γεγὸνενον ἀρχὴν οὐκ ἔχει, ἐπειδή τὸ γεγὸνενον ἀρχὴν ἔχει· τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον· τὸ ἄπειρον μεθ’ ἑτέρου δεῦτερον οὐκ ἂν εἴη, ἀλλ’ ἕν· τὸ δὲ ἕν καὶ ἄπειρον ἀκίνητόν ἐστιν’. ἡμῖν τό τε θερμόν ψυχρόν γίνεσθαι καὶ τὸ ψυχρόν θερμόν καὶ τὸ σκληρόν μαλακὸν καὶ τὸ μαλακὸν σκληρόν καὶ τὸ ζῷον ἀποθνῄσκειν καὶ ἐκ μὴ ζῶντος γίνεσθαι, καὶ ταῦτα πάντα ἑτεροιοῦσθαι, καὶ ὅ τι ἦν τε καὶ ὁ νῦν

---

Melissus, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002426.
