# Fragmenta Fragment I

Memnon, Fragmenta, Dfhg-Source dfhg3_MEMNON. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/memnon/fragmenta/Fragment%20I

Κλέαρχον μὲν οὖν ἐπιθέσθαι πρῶτον τυραννίδι κατά τῆς πόλεως ἀναγράφει. Φησὶ δέ παιδείας μὲν τῆς κατὰ φιλοσοφίαν οὐκ ἀγύμναστον, ἀλλὰ καὶ Πλάτωνος τῶν ἀκροατῶν ἕνα γεγονέναι, καὶ Ἰσοκράτους δὲ τοῦ ῥήτορος τετραετίαν ἀκροάσασθαι· ὠμὸν δὲ τοὶς ὑπηκόοις καὶ μιαιφόνον, εἴπερ τινὰ ἄλλον, ἐπιδειχθῆναι, καὶεἰς ἄκρον ἀλαζονείας ἐλάσαι, ὡς καὶ Διὸς υἱὸν ἑαυτὸν ἀνειπεῖν, καὶ τὸ πρόσωπον μὴ ἀνέχεσθαι ταῖς ἐκ φύσεως χρωματίζεσθαι βαφαῖς, ἄλλαις δὲ καὶ ἄλλαις ἰδέαις ποικιλλόμενον ἐπὶ τὸ στιλπνόν τε καὶ ἐνερευθὲς (al. Ἐρευθὲς) τοῖς ὁρῶσιν ἐπιφαίνεσθαι· ἐξαλλάττειν δὲ καὶ τοὺς χιτῶνας ἐπὶ τὸ φοβερὸν τε καὶ ἁβρότερον. (2) Οὐ ταῦτα δὲ μόνον γενέσθαι κακὸν, ἀλλὰ καὶ πρὸς τοὺς εὐεργέτας ἀχάριστον καὶ πάντα βίαιόν τε καὶ τὰ ἄτοπα τολμηρόν· φῦναι δὲ καὶ δραστήριον τὸν παλαμναῖον οἷς ἂν ἐπιβάλοι, οὐ κατὰ τῶν ὁμοφύλων μόνον, ἀλλὰ καὶ εἴ τι ἐν ἀλλοφύλοις ἐφρόνει πολέμιον. Βιβλιοθήκην μέντοι κατασκευάσαι πρὸ τῶν ἄλλων, οὓς ἡ τυραννὶς ἀπέδειξεν ὀνομάζεσθαι. (3) Τοῦτον δὲ ἐπιβουλάς μὲν πολλὰς πολλάκις διὰ τὸ μιαιφόνον καὶ μισάνθρωπον καὶ ὑβριστικὸν κατ ̓ αὐτοῦ συστάσας διαφυγεῖν, ὀψὲ δὲ καὶ μόλις ὑπὸ Χίωνος τοῦ Μάτριος, ἀνδρὸς μεγαλόφρονος καὶ κοινωνίαν πρὸς αὐτὸν τὴν ἐξ αἵματος ἔχοντος, καὶ Λέοντος καὶ Εὐξένωνος καὶ ἑτέρων οὐκ ὀλίγων συσκευασθῆναι πληγήν καιρίαν ἐνεγκεῖν, καὶ τελευτῆσαι πικρῶς ἀπὸ τοῦ τραύματος. (4) Ἔθυεν μὲν γὰρ δημοτελῆ θυσίαν ὁ τύραννος· οἱ δὲ περὶ τὸν Χίωνα, ἐπιτήδειον εἶναι τὸν καιρὸν τῇ πράξει νομίσαντες, τῇ τοῦ Χίωνος χειρὶ τὸ ξίφος διὰ τῶν τοῦ κοινοῦ πολεμίου λαγόνων ἐλαύνουσιν. Ὁ δὲ, πολλῶν αὐτὸν καὶ πικρῶν ἀλγηδόνων κατατεινόντων, καὶ τοσούτων φασμάτων ἐκδειματούντων (εἴδωλα δὲ τὰ φάσματα ἦν ὧν ἐκεῖνος μιαιφόνως ἀνῃρήκει), οὕτω δευτεραῖος τὸν βίον κατέστρεψε, ζήσας μὲν ἔτη ηʹ καὶ νʹ, τούτων δὲ τυραννήσας δυοκαίδεκα. (5) Εἶκεν δὲ τὴν Περσῶν ἀρχὴν Ἀρταξέρξης τότε, εἶτα καὶ Ὦχος ὁ ταύτην ἐκ πατρὸς ἐκδεξάμενος· πρὸς οὕς καὶ πολλάκις ἔτι ζῶν ὁ Κλέαρχος διεπρεσβεύσατο Οἱ μέντοιγε ἀνῃρηκότες τὸν τύραννον, μικροῦ πάντες οἱ μὲν ὑπὸ τῶν σωματοφυλάκων κατ ̓ αὐτὸν τὸν τῆς ἐπιθέσεως καιρὸν, οὐκ ἀγεννῶς ἀνδρισάμενοι, κατεκόπησαν, οἱ δὲ καὶ ὕστερον συλληφθέντες καὶ πικραῖς τιμωρίαις ἐγκαρτερήσαντες ἀνῃρέθησαν.

---

MEMNON, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1496.tlg003.local002/.
