# Fragmenta Fragment XI

Memnon, Fragmenta, Dfhg-Source dfhg3_MEMNON. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/memnon/fragmenta/Fragment%20XI

Ἐν τούτῳ δὲ Σέλευκος Ἀφροδίσιον πέμπει διοικητὴν εἴς τε τὰς ἐν Φρυγίᾳ πόλεις καὶ τὰς ὑπερκειμένας τοῦ Πόντου. Ὁ δὲ, διαπραξάμενος ἂ ἐβούλετο καὶ ἐπανιὼν, τῶν μὲν ἄλλων πόλεων ἐν ἐπαίνοις ἦν, Ἡρακλεωτῶν, δὲ κατηγόρει μὴ εὐνοϊκῶς ἔχειν τοῖς τοῦ Σελεύκου πράγμασιν. Ὑφ ̓ οὗ Σέλευκος παροξυνθεὶς, τούς τε πρὸς αὐτὸν ἀφικομένους πρέσβεις ἀπειλητικοῖς ἐξεφαύλιζε λόγοις καὶ κατέπληττεν, ἑνὸς τοῦ Χαμαιλέοντος οὐδὲν ὀρρωδήσαντος τὰς ἀπειλὰς, ἀλλὰ φαμένου «Ἡρακλῆς κάρρων, Σέλευκε» (κάρρων δὲ ὁ ἰσχυρότερος παρὰ Δωριεῦσιν). Ὁ δ ̓ ὡς εἶχε, καὶ ἀπετρέπετο. Τοῖς δὲ οὔτε τὸ ἀναχωρεῖν οἴκαδε οὔτε τὸ προσμένειν λυσιτελές ἐδόκει. (2) Ταῦτα δὲ Ἡρακλεῶται πυθόμενοι τά τε ἄλλα παρεσκευάζοντο καὶ συμμάχους ἤθροιζον, πρός τε Μιθριδάτην τὸν Πόντου βασιλέα διαπρεσβευόμενοι καὶ πρὸς Βυζαντίους καὶ Χαλκηδονίους. (3) Οἱ δέ περιλειπόμενοι τῶν ἀπὸ Ἡρακλείας φυγάδων, Νύμφιδος, καὶ αὐτοῦ ἑνὸς ὑπάρχοντος τούτων, κάθοδον βουλεύσαντος αὐτοῖς, καὶ ῥᾳδίαν εἶναι ταύτην ἐπιδεικνύντος, εἰ μηδὲν ὧν οἱ πρόγονοι ἀπεστέρηντο αὐτοὶ φανεῖεν διοχλοῦντες ἀναλήψεσθαι, ἔπεισέν τε σὺν τῷ ῥᾴστῳ, καὶ τῆς καθόδου ὃν ἐβούλευσε τρόπον γεγενημένης, οἵ τε καταχθέντες καὶ ἡ δεξαμένη πόλις ἐν ὁμοίαις ἡδοναῖς καὶ εὐφροσύναις ἀνεστρέφοντο, φιλοφρόνως τῶν ἐν τῇ πόλει τούτους δεξιωσαμένων, καὶ μηδὲν τῶν εἰς αὐτάρκειαν αὐτοῖς συντελούντων παραλελοιπότων. Καὶ οἱ Ἡρακλεῶται τὸν εἰρημένον τρόπον τῆς παλαιᾶς εὐγενείας τε καὶ πολιτείας ἐπελαμβάνοντο.

---

MEMNON, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1496.tlg003.local002/.
