# Fragmenta Fragment XVI

Memnon, Fragmenta, Dfhg-Source dfhg3_MEMNON. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/memnon/fragmenta/Fragment%20XVI

Διὰ τοῦτα δὴ ἐπιστρατεύειν ἐγνωκότος Ἀντιόχου κατὰ Βιθυνῶν, ὁ τούτων βασιλεὺς Νικομήδης διαπρεσβεύεται πρὸς Ἡράκλειαν συμμαχίαν αἰτῶν, καὶ τυγχάνει τῆς σπουδῆς, ἐν ὁμοίοις καιροῖς καὶ χρείαις τὴν ἀμοιβὴν ὑποσχόμενος. Ἐν τούτῳ δὲ Ἡρακλεῶται τήν τε Κίερον καὶ τὴν Τῖον ἀνεσώσαντο καὶ τὴν Θυνίδα τὴν, πολλὰ τῶν χρημάτων δαπανήσαντες· τὴν δὲ Ἄμαστριν (ἦν γὰρ καὶ αὐτὴ μετὰ τῶν ἄλλων ἀφῃρημένη) καὶ πολέμῳ καὶ χρήμασι βουληθέντες τέως ἀναλαβεῖν αὐτὴν οὐ κατώρθωσαν, τοῦ κατέχοντος αὐτὴν Εὐμένους Ἀριοβαρζάνῃ τῷ Μιθριδάτου παιδὶ προῖκα μᾶλλον παραδοῦναι ταύτην ἢ παρέχουσι χρήματα τοῖς Ἡρακλεώταις διὰ τὸ τῆς ὀργῆς ὑπαχθέντος ἀλόγιστον.

---

MEMNON, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1496.tlg003.local002/.
