# Fragmenta Fragment XXXII

Memnon, Fragmenta, Dfhg-Source dfhg3_MEMNON. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/memnon/fragmenta/Fragment%20XXXII

Ἐρετρίας δὲ καὶ Χαλκίδος, καὶ ὅλης Εὐβοίας τοῖς τοῦ Μιθριδάτου προσθεμένων, καὶ ἄλλων πόλεων αὐτῷ προσχωρούντων, καὶ μὴν καὶ Λακεδαιμονίων ἡττηθέντων, Σύλλαν ἐκπέμπουσιν οἱ Ῥωμαῖοι, ἱκανὴν αὐτῷ συνεκπέμψαντες στρατιάν. Ὁ δὲ παραγεγονὼς, τῶν πόλεων τὰς μὲν ἑκουσιότητι μεταβαλλομένας, τὰς δὲ καὶ βίᾳ κατέσχεν, οὐκ ὀλίγον στράτευμα τῶν Ποντικῶν μάχῃ τρεψάμενος. Εἷλεν δὲ καὶ τὰς Ἀθήνας· καὶ κατέσκαπτο ἂν ἡ πόλις, εἰ μὴ θᾶττον ἡ σύγκλητος Ῥωμαίων τὴν τοῦ Σύλλα γνώμην ἐνέκοψε. (2) Συχνῶν δὲ παρατάξεων συνισταμένων, ἐν αἷς τὸ πλεῖον εἶχον οἱ Ποντικοὶ, καὶ συμμεταβαλλομένων τῶν πραγμάτων τοῖς κατορθουμένοις, ἔνδεια τοῖς βασιλικοῖς τῆς διαίτης ἐπέστη, ἀσώτων τε πρὸς ταύτην διακειμένοις καὶ ταμιεύειν τὰ κτηθέντα μὴ ἐπισταμένοις. Καὶ εἰς συμφορῶν ἄν ἐξέπεσον τὴν ἐσχάτην, εἰ μὴ ὁ Ταξίλλης Ἀμφίπολιν ἑλὼν, καὶ διὰ ταῦτα τῆς Μακεδονίας τρὸς αὐτὸν μεταβαλλομένης, ἐκεῖθεν τὴν ἀφθονίαν ἐχορήγησε τῶν ἐπιτηδείων. (3) Οὗτος δὲ καὶ Ἀρχέλαος συμμίξαντες τὰ στρατεύματα ὑπὲρ τὰς ἓξ μυριάδας τὸ πλῆθος ἦγον, καὶ στρατοπεδεύονται κατὰ τὴν Φωκίδα χώραν, ὑπαντιάσαντες τῷ Σύλλᾳ. Ὁ δὲ καὶ Λούκιον Ὁρτήνσιον ὑπὲρ τὰς ἕξ χιλιάδας ἄγοντα ἐξ Ἰταλίας συμπαραλαβὼν, ἀπὸ συχνοῦ διαστήματος ἀντεστρατοπεδεύετο. Ἐπὶ σιτολογίαν δὲ παρὰ τὸ πρέπον τῶν περὶ Ἀρχέλαον τραπέντων, ἀπροόπτως Σύλλας ἐπιτίθεται τῷ τῶν πολεμίων στρατοπέδῳ, καὶ τοὺς μὲν εὐρώστους τῶν ἁλόντων αὐτίκα κτείνει, ἐξ ὧν δὲ εὐρώστους τῶν πολεμίων αὐτίκα κτείνει, ἐξ ὧν δὲ φόβον ἐπιθέσεως οὐκ εἶχε, τούτους περιίστησι τῷ χωρίῳ καὶ πυρὰ κελεύει καίειν, ὡς τοὺς ἀπὸ τῆς σιτολογίας ἀφικνουμένους δέχοιντο μηδεμίαν ὑπόνοιαν παρεχόμενοι τοῦ πάθους· καὶ συνέβη ὡς ἐστρατηγήθη, καὶ λαμπρὰν τὴν νίκην ἔσχον οἱ περὶ τὸν Σύλλαν.

---

MEMNON, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1496.tlg003.local002/.
