# Fragmenta 100.17-103.7

Menander, Fragmenta, 100.17 to 103.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/100.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/100.17

τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει, πενία· τί γὰρ τοῦτ' ἐστίν; ἥς γένοιν' ἂν εἰς φίλος βοηθήσας ἰατρὸς ὀφάδιως. Mor. 524 e τὴν γε χρηματικήν (πενίαν), ὡς φησιν ὁ Μένανδρος, εἰς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας. cf. 735. εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξόμεθα, τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ὀφάδιως; 2. βοηθήσαιμεν Voss. Β²] βοηθήσομεν Α. τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης, ἀστεῖον ἐπιτήδευμα κρῖναι τῇ βίᾳ. φιλόμουσον εἴν’ αὐτὸν πάνυ, ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ ἀεί. Athenaeus 12, 511 a Μένανδρος ἐν Κιδαριστῇ περὶ τινος μουσικευομένου λέγων φησὶ κτλ. 2. αἰεὶ A. φιλόμουσός ἐστι γὰρ 568. fortasse παιδεύεται τ’ ἀκούσματ’ εἰς τρ. ἀεί. οὐκ οἰκοσίτους τοὺς ἀχροατὰς λαμβάνεις. οὕτω τι πρᾶγμ’ ἐστ’ ἐπίπονον τὸ προσδοκᾶν. ὡς ποικίλον πρᾶγμ’ ἐστὶ καὶ πλάνον τύχη. σκοῖδον Λιόνυσον Photius σκοῖδος· ταμίας τις καὶ διοικητής. Μακεδονικὸν δὲ τὸ ὄνομα. διόπερ Μένανδρος καὶ ἐν Κιδαριστῇ σκ. Δ. λέγει. Pollux 10, 16 (τὸν σκευοφύλακα) καὶ σκοῖδόν τινες ὀνόμαζον, τὸν ἐπὶ τῶν σκευῶν ἐν ταῖς βαρβαρικαῖς ἀποσκευαῖς· ἕτεροι δὲ . . . τὸν ἐπὶ τῶν σιτίων. Hesych. σκοῖδος· ἀρχὴ τις παρὰ Μακεδόσι τεταγμένη ἐπὶ τῶν δικαστηρίων· ἡ λέξις κεῖται ἐν ταῖς ἐπιστολαῖς Ἀλεξάνδρου. Herodian. I 142, 6 σσημείωται τὸ σκοῖδος παρὰ Μακεδόσιν ὁ οἰκονόμος. 290 ΚΝΙΔΙΑ οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν, ἀλλ’ εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος ὁ χρηστὸς ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος. ταυτόματόν ἐστιν ὡς ἔοικέ που θεός, σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων. ΚΟΛΛΑΣ σπονδή· δίδου σὺ σπλέγχν’ ἀκολουθῶν· ποῖ βλέπεις; σπονδή· φέφ’ ὦ παῖ Σωσία· σπονδή· καλῶς. ἔχει. θεοῖς Ὀλυμπίοις εὐχόμεθα Ὀλυμπίασι πᾶσι πάσας (λάμβανε τὴν γλῶτταν ἐν τούτῳ) διδόναι σωτηρίαν, ὑγίειαν, ἄγαθὰ πολλά, τῶν ὄντων τε νῦν ἀγαθῶν ὀνησιν πᾶσι· ταύτ’ εὐχόμεθα. Athenaeus 14, 659 d Μένανδρος ἐν Κόλακι τὸν τοῖς τετρα- δισταῖς (Alexid. 258) διακονοῦμενον μάγειρον ἐν τῇ τῆς πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα κτλ. 1. σπονδὴν δίδου συ σπλαγχνακολουθῶν A. ἀκόλουθε Cobet. N. 1. 72. 2.

---

Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003638.
