# Fragmenta 105.11-109.1

Menander, Fragmenta, 105.11 to 109.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/105.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/105.11

ὀξους, ἐλαίου, μεῖζονος δ’ ἄλλου τινός; 5 ἀθανασίας δ’ οὐκ ἔστιν, οὐδ’ ἂν συναράγῃς τὰ Ταντάλου τάλαντ’ ἐκεῖνα λεγόμενα· ἀλλ’ ἀποθανεῖ καὶ ταῦτα καταλείψεις τισίν. τί οὖν λέγω; μὴδ’ αὐτὸς εἰ σφόδρ’ εὐπορεῖς πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν 10 ἡμῶν καταφρόνει, τοῦ δὲ γ’ εὐτυχεῖν ἀεὶ πάρειχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον. 1. μειράκιον, ut 540, 1. 6. τὰ Ταυτ. τάλ. cf. Zenob. 6, 4 τάλαντα Ταντάλου· διεβεβόητο δὲ Τάνταλος ἐπὶ πλοῦτῳ, ὡς καὶ εἰς παροιμίαν διαδοθῆναι. διπλὴν δὲ συνέβηκεν εἶναι τὴν παροιμίαν, καὶ τὴν μὲν, Ταντάλου τάλαντα τανταλίζεται (adesp. 602), τὴν δέ, Ταντάλου τάλαντα. cf. Diogenian. 8, 23. Macar. 8, 1. Phot. 570, 12. Suid. Ταντάλου τ. Apostol. 16, 16. Anacr. 127 Bergk. οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι ἅπαντες οἱ φυσῶντες ἐφ’ ἑαυτοῖς μέγα· αὐτοὶ γὰρ οὐχ ἴσασιν ἀνθρώπων φύσιν. οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται· 5 ἐπὰν δ’ ἀνοίξῃ τὰς θύρας, τρισάθλιος, γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ’ ἀεί, ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός. τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθάρκιον; μένω γὰρ ἐξ ἐχθιζυοῦ. ΚΥΒΕΡΝΗΤΑΙ ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντες ποτε ἀξιοῦσι πέρας. ἐπελάθεθ’ αὐτὸν ὅστις εἶη. ΚΩΝΕΙΑΖΟΜΕΝΑΙ Photius κωνειαζομένας· θανάσιμον φάρμακον πινοῦσας. Strab. 10, 486 προσέταττε γὰρ ὁ (Κείων) νόμος τοὺς ὑπὲρ ἐξήκοντα ἔτη γεγονότας κωνειάζεσθαι. scilicet cognoverant tunc cicutae ope ταχεῖαν καὶ ἑλαφρὰν γίνεσθαι τὴν ἀπαλλαγὴν. Theophr. H. plant. 9, 16 extr. ὥστε μηδεὶς πρὸς θεῶν πράττων κακῶς λίαν ἀδυμήση ποτέ· ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίνεται. τὸ γνῶθι σαυτὸν ἐστιν, ἂν τὰ πράγματα εἰδῇς τὰ σαυτοῦ καὶ τί σοι ποιητέον. Schol. Clem. Alex. Protr. 2, 26 p. 423 Dindf. Ἐπιμενίδης ἐκάθηρε τὰς Ἀθήνας· ἦν δὲ Κρὴς τῷ γένει καὶ σοφώτατος, οὗ καὶ Μένανδρος μέμνηται ἐν ταῖς Κωνεαζομέναις. ΛΕΥΚΑΔΙΑ ὅστις ὑπέχει χρυσίῳ τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται. ἄει νομίζονθ᾽ οἱ πένητες τῶν θεῶν. Stobaeus Floril. 95, 4 Μενάνδρου Λευκαδία Α. νομίζεθ᾽ (i. e. νομίζεσθ᾽) Β. ἐπίδες τὸ πῦρ ἢ ξάκορος· οὕτωσί καλῶς. οὐ δή λέγεται πρώτη Σαπφῶ τὸν ὑπέρχομπον θηρώσα Φάων' οἰστρώντι πόθῳ δίφαι πέτρας

---

Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003638.
