# Fragmenta 200.8-201.9

Menander, Fragmenta, 200.8 to 201.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/200.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/200.8

[Cleric.] ψυχῆς. ἀδύνατον ὡτως ἔστι τοὔνομα τῆς τ. Bentl. ἀδύ- ἀεὶ δ’ ὁ σωθεὶς ἔστιν ἀχάριστον φύσει. ἂμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις, ἣν δεόμενος τότ’ ἀθάνατον ἔξειν ἔφη. ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν χρυσήν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον; ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν. πένντος οὐδὲν ἐστι δυστυχεστέρον. ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται, ἵν’ ἄλλος ἐλθὼν μεταλάβῃ καὶ κτήσηται. ἄνθρωπε, μὴ στέναξε, μὴ λυποῦ μάτην· χρήματα, γυναῖκα καὶ τέκνων πολλῶν σποράν, ἃ σοι τύχη κέχορκε, ταῦτ’ ἀφεῖλετο. ὅκνεῖ δὲ νοῦν ἔχουσ’ ἴσως· ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμπολεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει. οὐχ ὁ τρώφιμός σου πρὸς θεῶν, Ὦνήσιμε, ὁ νῦν ἔχων Ἀβροτόνιον τὴν ψάλτριαν,

---

Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003638.
