# Fragmenta 221.1-224.14

Menander, Fragmenta, 221.1 to 224.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/221.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/221.1

ἐλεύθερος πᾶς ἐνὶ δεδούλωται, νόμῳ, δυοὺν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ. νόμος φυλαχθεὶς οὐδὲν ἔστιν ἢ νόμος, ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος. μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μένθανε. πρὸ τοῦ παθεῖν δὲ τῷ φόβῳ προλαμβάνου. γυναιχ’ ὁ διδάσκων γράμματα καλῶς ἀσπίδι δὲ φοβερῇ προσπορίζει φάρμακον. καλὴν γυναιχ’ ἐὰν ἴδῃς μὴ θαυμάσῃς· τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει. γνώμην ἀρίστην τῇ γυναικὶ μὴ λέγε· γνώμῃ γὰρ ἰδία τὸ κακὸν ἡδέως ποιεῖ. μὴ κλάε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ τὰ δάκρυ' ἀναισθήτῳ γενομένῳ καὶ νεκρῷ. τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις, ὃ μετ' ὀδύνης εἵασε κοῦν' ἐχρήσατο; πράττων καλῶς μέμνησο τῆς δυσπραξίας· ὡς γὰρ τὸ πράττειν οὕτω καὶ σκόπει. ἐὰν τροφὴν δούς τὸν λαβόντ' ὀνειδίσῃς, ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι. εἰ γάμος ἦν ὁ σῴζων τὴν ἄλλων νόσον νόσον σῴζων αὐτὸς ἀποθνῄσκει νοσῶν. ὅταν τι μέλλῃς τὸν πέλας κακηγορεῖν, αὐτὸς τὰ σαυτοῦ πρῶτον ἐπισκέπτον κακά. μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον, οὐκ ἥν ἐνεγκεῖν ὅπου φύσις βιάζεται. ἐπὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ, ὅτ’ εὐτυχεῖς μέμνησο τῆς προτέρας τύχης. μᾶτην ἄρ’ οἱ γέροντες εὐχονται θανεῖν, γῆρας ψέγοντες καὶ πολὺν χρόνον βίου. ὅταν γέρων γέροντι γνώμην διδῷ, θησαυρὸς ἐπὶ θησαυρὸν ἐκπορίζεται. ὁ λοιδορῶν τὸν πατέρα δυσφήμῳ λόγῳ τὴν εἰς τὸ θεῖον ἐκμελετᾷ βλασφημίαν. ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος ἄκαρπος οὕτός ἐστ᾽ ἀπὸ δίξης κλῆδος. ἐστ᾽ Mein.] ἐστιν οὕτως QP. fortasse ἄκαρπος ἀγαθῆς ἐστ᾽ ἄπ. δ. ὁ προσίων γέρων ἄλιεύς, παρ᾽ οὗ τὸ φέρνιον τρίτην ταύτην ἐπριάμεθ᾽ ἡμέραν. Eustathius 742, 58 φερνία δὲ ἰχθύων σπυρίδες Μένανδρος κτλ. Pollux 10, 132 τὰ ἄλιέως σκεύη φέρνιον, σπυρίς, σπυρίδιον. cf. 6, 94. Ammon. 144 φέρνιον τὸ ἄλιευτικὸν σπυρίδιον. Hesych. φ(έ)ρνια (sic) ἄς ἔνιοι ἀσίλλας, τὰς ἐκ σχοίνων πλεκομένας, καὶ ἰχθυηρὰ ἄγγεια, οἷον σπυρίδια. Herodian. I 360, 20. 24 προ- παροξύνεται . . . ποίμνιον . . . παλγνιον . . . φέρνιον ἢ σπυρίς τῶν ἰχθύων. Alciphr. 1, 9, 2 ἐπὶ τῶν φερνίων κομίζειν τοὺς ἰχθύας.

---

Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003638.
