# Fragmenta 235.8-240.1

Menander, Fragmenta, 235.8 to 240.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/235.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/235.8

μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπῃ λόγον. ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία. ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται. τυφλὸν τι τῶν ὄντων εἶναι μοι δοκεῖ. ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν. δίκαιος ἂν ἦς, τῷ τρόπῳ χρήσει νόμῳ. χρηστοῦ πρὸς ἀνθρώους μηδὲν ἐννοεῖν κακόν. δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος. τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει. λέγεις, ὃ δὲ λέγεις ἕνεκα τοῦ λαβεῖν λέγεις. χρεῖττον δ' ἐλέσθαι ψεῦδος ἢ ἀληθὲς κακόν. ἢ πού τι χαλεπὸν ἐστὶ τὸ ψευδῆ λέγειν. ὁ πολὺς ἄχρατος ὀλίγ' ἀναγκάζει φρονεῖν. ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος. συνέχευκε νῦν τὴν πίστιν ὁ καθ’ ἡμᾶς βίος. ἀπευθριᾶ πᾶς, ἐυθριᾶ δ’ οὐδεὶς ἐτι. οὐδὲν σωπῆς ἐστι χρησιμώτερον. οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ. ὡς ἥδυ συνέσει χρηστότης κεκραμένη. ὁ χρηστὸς ἐστι πολλαχοῦ σωτήριος. τὸ χρηστὰ πράττειν ἔργον ἐστ’ ἐλευθέρου. μέγιστον ἀγαθὸν ἐστι μετὰ νοῦ χρηστότης. κἄν ταῖς ἀπορίαις ἔσθ’ ὁ χρηστὸς χρήσιμος. σιμος AB²] χρήσιμον. τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν. κοινὸν ἀγαθὸν τοῦτ’ ἐστί, χρηστὸς εὐτυχῶν. καλὸν ἐστι monost. ἀγαθὸν δὲ τοῦτο Gaisf. γὰρ ἀγαθὸν ἐστι Mein. οὐκ ἔστι τόλμης ἐφόδιον μείζων βίον. οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός. ἀγροῖκος εἶναι προσποιεῖ πονηρὸς ὢν. ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ. λυπεῖ με δοῦλος μείζων οἰκέτον φρονῶν. ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ ὀργὴ φιλονιτῶν ὀλίγον ἰσχύει χρόνον. μόνος ἐστ’ ἀπαρηγόρητον ἀνθρώποις ἔρως. μηδέποτε γῆμη μηδ’ εἰς εὐνους ἐμοί. ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν. ὡς ἐστ’ ἀπιστον ἡ γυναικεῖα φύσις. πολὺ χειρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κῦνα. φύσει γυνὴ δυσάνιον ἐστι καὶ πικρόν. Stobaeus Floril. 73, 46 Μενάνδρου A. Harpocration 64, 1 δυσάνιος . . δ ἐπὶ παντὶ ἀνιόμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ἢ . . ἔχοήσατό που τῷ ὀνόματι καὶ Μένανδρος. ‘respicere videtur etiam Hesychius λυσανίας· ὁ λύων τὰς ἄνλας. καὶ δυσάνιος γυνή, ἡ ἐπὶ τοῖς τυχοῦσιν ἀχθομένη.’ Mein. — δυσάνιον Vind. AVoss.] δυσήμιον.

---

Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003638.
