# Fragmenta 58.1-61.2

Menander, Fragmenta, 58.1 to 61.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander-comic/fragmenta-2/58.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/menander-comic/fragmenta-2/58.1

περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος· εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ ἄλλῳ μεταδιδούς, αὐτὸς ὧν δὲ κύριος· εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντ’ ἔχεις, τί ἂν φθονοῖς, ὦ πάτερ, τούτων τινί; αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ παρελομένη σου πάντα προσθήσει πάλιν. διόπερ ἔγωγε φημὶ δεῖν, ὅσον χρόνον εἰ κύριος, χρῆσθαι σε γενναίως, πάτερ, αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχης, ἐκεῖθεν ἔσται ταῦτό τοῦτό σοι πάλιν. πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος ἢ πλοῦτος ἀφανής, ὧν σὺ κατορύξας ἔχεις. οὐ σεαυτοῦ B². ἄ δὲ μὴ σεαυτοῦ Porson. Adv. 43. 9. ἔγωγε Tyr- 23 ἀφανὴς οὐσία λέγεται ἢ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, 2, 10 ἐψηφίσαντο ἀποδοῦναι τὰ ἐμφανῆ κτήματα. ὡς θύουσι δ’ οἱ τοιχωρύχοι, κίστας φέροντες, σταμνί’, οὐχὶ τῶν θεῶν ἕνεκ’, ἀλλ’ ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές, καὶ τὸ πόπανον τοῦτ᾽ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκρᾶν καὶ τὴν χολὴν ὁστᾶ τ᾽ ἄβρωτα τοῖς θεοῖς ἐπιθέντες αὐτοῖς τἆλλα καταπίνουσ᾽ ἀεί. οὐδ᾽ εἷς μάγειρον ἀδικήσας ἀθῶος διέφυγεν· ἱεροπρεπὴς πῶς ἐστιν ἡμῶν ἡ τέχνη. Athenaeus 9, 383 f τὰ ἐκ Δυσκόλου Μενάνδρου . . τάδε κτλ. 3. ἡμῶν etiam A. οὐδενὸς χρή πράγματος τὸν ἐξ πονοῦνθ᾽ ὅλως ἀπογυϊνᾶί ποτε. ἄλωτὰ γίνετ᾽ ἐπιμελείᾳ καὶ πόνῳ ἅπαντα. σιωπῆ φασι τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι. οὐκ ἔνεσί σοι φυγεῖν οἰκειότητα, δάερ. οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος ὦ δυστυχής, τί οὐ καθεύδεις; Choerobosc. Gaisf. 163, 11 (Bekker. Anecd. 1190 ad 979, 6) τῶν ἐπιθέτων .. ὁμόφωνός ἐστιν ἡ κλητικὴ τῇ ἐνθεῖα, οἷον ὁ δυστυχὴς ὦ δυστυχής, ὡς παρὰ Μενάνδρῳ κτλ. in cod. Marc. 489 ὡς παρὰ τῷ Μενάνδρῳ ... ἐν Δυσκόλῳ. cf. fr. 216. 341.

---

Menander Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003638.
