# Fragmenta 1

Menander Ephesius, Fragmenta, Dfhg-Source dfhg4_MENANDER_EPHESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander-ephesius/fragmenta/1

Ἀλλὰ πρὸς τούτῳ παραθήσομαι Μένανδρον τὸν Ἐφέσιον. Γέγραφε δὲ οὗτος τὰς ἐφ ̓ ἑκάστου τῶν βασιλέων πράξεις παρὰ τοῖς Ἕλλησι καὶ βαρβάροις γενομένας, ἐκ τῶν παρ ̓ ἐκείνοις ἐπιχωρίων γραμμάτων σπουδάσας τὴν ἱστορίαν μαθεῖν. Γράφων δὴ περὶ τῶν βεβασιλευκότων ἐν Τύρῳ, ἔπειτα γενόμενος κατὰ τὸν Εἵρωμον, ταῦτα φησί· «Τελευτήσαντος δὲ Ἀβιβάλου, διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Εἵρωμος, ὃς βιώσας ἔτη πεντήκοντα τρία ἐβασίλευσεν ἔτη τριάκοντα τέσσαρα. Οὗτος ἔχωσε τὸν εὐρύχωρον τόν τε χρυσοῦν κίονα τὸν ἐν τοῖς τοῦ Διὸς ἀνέθηκεν, ἔτι τε ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ λεγομένου ὄρους Λιβάνου, κέδρινα ξύλα εἰς τὰς τῶν ἱερῶν στέγας, καθελών τε τὰ ἀρχαῖα ἱερὰ καινοὺς ᾠκοδόμησε, τό τε τοῦ Ἡρακλέους καὶ τῆς Ἀστάρτης τέμενος ἀνιέρευσεν, καὶ τὸ μὲν τοῦ Ἡρακλέους πρῶτον ἐποιήσατο ἐν τῷ Περιτίῳ μηνὶ, εἶτα τὸ τῆς Ἀστάρτης, ὁπότε Τιτυοῖς ἐπεστράτευσε μὴ ἀποδιδοῦσι τοὺς φόρους, οὓς καὶ ὑποτάξας ἑαυτῷ πάλιν ἀνέστρεψεν. Ἐπὶ τούτου δέ τις ἦν Ἀβδήμονος παῖς νεώτερος, ὃς ἐνίκα τὰ προβλήματα, ἃ ἐπέτασσε Σολομὼν Ἱεροσολύμων βασιλεύς.» Ψηφίζεται δὲ ὁ χρόνος ἀπὸ τούτου τοῦ βασιλέως ἄχρι τῆς Καρχηδόνος κτίσεως οὕτως· «Τελευτήσαντος Εἱρώμου διεδέξατο τὴν βασιλείαν Βαλεάζαρος ὁ υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα τρία ἐβασίλευσεν ἔτη ἑπτά. Μετὰ τοῦτον Ἀβδάστρατος ὁ αὐτοῦ υἱὸς βιώσας ἔτη εἴκοσι ἐννέα ἐβασίλευσεν ἔτη ἐννέα. Τοῦτον οἱ τῆς τροφοῦ αὐτοῦ υἱοὶ τέσσαρες ἐπιβουλεύσαντες ἀπώλεσαν, ὧν ὁ πρεσβύτερος ἐβασίλευσεν ἔτη δώδεκα. Μεθ ̓ οὓς Ἄσταρτος ὁ Δελαιαστάρτου, ὃς βιώσας ἔτη πεντήκοντα τέσσαρα ἐβασίλευσεν ἔτη δώδεκα. Μετὰ τοῦτον ὁ ἀδελρὸς αὐτοῦ Ἀσέρυμος βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα ἐβασίλευσεν ἔτη ἐννέα. Οὗτος ἀπώλετο ὑπὸ τοῦ ἀδελφοῦ Φέλητος, ὃς λαβὼν τὴν βασιλείαν ἦρξε μῆνας ὀκτὼ, βιώσας ἔτη πεντήκοντα. Τοῦτον ἀνεῖλεν Εἰθώβαλος ὁ τῆς Ἀστάτρης ἱερεὺς, ὃς βασιλεύσας ἔτη τριάκοντα δύο ἐβίωσεν ἔτη ἑξήκοντα ὀκτώ. Τοῦτον διεδέξατο Βαδέζωρος υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα πέντε ἐβασίλευσεν ἔτη ἕξ. Τούτου διάδοχος γέγονε Μάτγηνος ὁ υἱὸς, ὃς βιώσας ἔτη τριάκοντα δύο ἐβασίλευσεν ἔτη ἐννέα. Τούτου διάδοχος γέγονε Φυγμαλίων, βιώσας δ ̓ ἔτη πεντήκοντα ἓξ ἐβασίλευσεν ἔτη τεσσαράκοντα ἑπτά. Ἐν δὲ τῷ ἐπ ̓ αὐτοῦ ἑβδόμῳ ἔτει ἡ ἀδελφὴ αὐτοῦ φυγοῦσα ἐν τῇ Λιβύῃ πόλιν ᾠκοδόμησε Καρχηδόνα.» Συνάγεται δὴ πᾶς ὁ χρόνος ἀπὸ τῆς Εἱρώμου βασιλείας ἄχρι Καρχηδόνος κτίσεως ἔτη ρνεʹ μῆνες ηʹ. Ἐπεὶ δὲ δωδεκάτῳ ἔτει τῆς Εἱρώμου βασιλείας ἐν Ἱεροσολύμοις ᾠκοδομήθη ὁ ναὸς, γέγονεν οὖν ἀπὸ τῆς οἰκοδομήσεως τοῦ ναοῦ ἄχρι Καρχηδόνος κτίσεως ἔτη ἑκατὸν τεσσαράκονοτα τρία, μῆνες ὀκτώ. Τῆς μὲν οὖν παρὰ Φοινίκων μαρτυρίας τί δεῖ προσθεῖναι πλείω; βλέπεται γὰρ τἀληθὲς ἰσχυρῶς ὡμολογημένον. Καὶ πολὺ δήπου προάγει τῆς τοῦ νεὼ κατασκευῆς ἡ τῶν προγόνων ἡμῶν εἰς τὴν χώραν ἄφιξις· ὅτε γὰρ αὐτὴν πᾶσαν πολέμῳ παρέλαβον, τότε τὸν νεὼν κατεσκεύασαν. Καὶ ταῦτα σαφῶς ἐκ τῶν ἱερῶν γραμμάτων ὑπ ̓ ἐμοῦ δεδήλωται διὰ τῆς Ἀρχαιολογίας.

---

MENANDER EPHESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1498.tlg003.local002/.
