Ancient Greek
Book 2
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) 2.[ΠΩΣ ΔΕΙ ΑΚΡΟΠΟΑΙΝ ΕΓΚΩΜΙΑΖΕΙΝ.]
Not analysed yet
Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν ἀκροπόλεων· αἰ μὲν γὰρ αὐτῶν ἐν μέσῳ πόλεών εἰσιν, αἱ δʼ ἐν πλαγίοις. καὶ αἱ μὲν ὑψηλαί, στεναὶ δὲ τὸ ἄνω δάπεδον, αἰ δὲ βραχεῖαι μέν, εὐρύχωροι δέ· καὶ αἱ μὲν εὔυδροι, αἱ δὲ ἄνυδροι· καὶ αἰ μὲν ἀνώμαλοι τὰς κορυφάς, αἰ δὲ πεδινώτεραι. ἥτις μὲν οὖν τὰς μὲν ἀρετὰς εἴληφεν, τὰς δὲ κακίας ἐκπέφευγεν, αὕτη καλλίστη, ὅμως δʼ ἐξ ὧν ἐπαινετέον τούτων ἑκάστην, λεκτέον. ἂν μὲν τοίνυν ἐν πλαγίῳ τῆς πόλεως ᾖ, ὅτι ἀκριβῶς κέλητι ἔοικε· μετὰ γὰρ πᾶν τὸ σῶμα κεῖται. εἰ δʼ ἐν μέσῳ, ὅτι περὶ αὐτὴν ἡ πόλις ἵδρυται, ὥσπερ βασιλικαὶ περὶ ἱερὸν περιβολαί. ἂν δʼ ὑψηλὴ μέν, στενὴ δὲ τὸ ἄνω ἔδαφος, ὅτι ὥσπερ ἱερὸν τῷ ὄντι ἅπαν ἀοίκητόν ἐστι, πλὴν ὅσα τοῖς κατέχουσι θεοῖς. εἰ δὲ βραχεῖα μέν, εὐρύχωρος δέ, ὅτι πόλει ἔοικεν ἡ ἀκρόπολις ὑπʼ εὐρυχωρίας. καὶ εἰ μὲν ἄνυδρος, ὅτι ὑπὸ ὕψους τοῦτο πέπονθεν, εἰ δὲ εὔυδρος, ὅτι καὶ ὑψηλὴ οὖσα πρὸς χρείαν ἐστὶν αὐτάρκης. καὶ εἰ μὲν ἀνώμαλος, ὅτι ὥσπερ ἄλλας ἀκροπόλεις ἐν αὐτῇ ἔχει· εἰ δὲ πεδινή, ὅτι θέσεως ἕνεκα καὶ ῥᾳστώνης ὡς πόλις ᾠκίσθη. κράτιστον δὲ ὅπερ ἔφην, τὰς ἀρετὰς παρούσας καὶ τὰς κακίας ἀπούσας ἁπάσας δεικνύναι, ἢ πλείονας ἀρετὰς κακιῶν. ταῦτα καὶ περὶ ἀκροπόλεων θέσεως ἡμῖν ἀποδεδείχθω.