# Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) 2.[ΠΩΣ ΔΕΙ ΛΙΜΕΝ ΑΣ ΕΓΚΩΜΙΑΖΕΙΝ.]

Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio), Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander/olim-sub-auctore-genethlio/2.%5B%CE%A0%CE%A9%CE%A3%20%CE%94%CE%95%CE%99%20%CE%9B%CE%99%CE%9C%CE%95%CE%9D%20%CE%91%CE%A3%20%CE%95%CE%93%CE%9A%CE%A9%CE%9C%CE%99%CE%91%CE%96%CE%95%CE%99%CE%9D.%5D

Ἐν τούτῳ δὲ τῷ μέρει καὶ τὸ περὶ λιμένων ἔγκειται. λιμένες δὲ ἢ ἐν μέσῳ τῆς πόλεως, καὶ φήσεις ὥσπερ κόλπῳ δέχεσθαι τοὺς καταπλέοντας ὑπὸ τὰς ἀγκάλας· ἐν ἀρχῇ τῆς θέσεως, καὶ φήσεις, ὥσπερ ποσὶν ἐπιστηρίζεσθαι τῷ λιμένι. ἢ αὐτοφυεῖς εἰσιν ἢ χειροποίητοι. ἄν μὲν τοίνυν χειροποίητοι ὦσιν, ἐρεῖς, ὅτι οὐχ ἡ πόλις διʼ αὐτούς, ἀλλʼ αὐτοὶ διὰ τὴν πόλιν γεγόνασιν· εἰ δʼ αὐτοφυεῖς, ὅτι ἀπρόχωστοί εἰσι διὰ τὸ αὐτοφυεῖς εἶναι, ὅσοι δὲ χειροποίητοι, προχοῦνται· καὶ εἶς ἐστιν ἢ πολλοί. ἂν μὲν εἶς, ὅτι ὥσπερ σώματος εἷς κόλπος ἐστίν· ἐὰν δὲ πολλοί, ὅτι ὑπὸ φιλανθρωπίας πολλὰς χεῖρας προτείνει τοῖς καταίρουσι. λιμένας δὲ ἐπαινέσεις ἢ ὡς ἀκλύστους, ἢ ὡς νηνέμους καὶ ὡς ἐπισκεπεῖς, ἢ ὡς πολύπλους, ἢ ὡς κατὰ πάντα ἄνεμον ἐκπέμποντας, ἢ ὡς πρὸ τῶν μεγάλων πελαγῶν προκειμένονς, ἢ ὡς ἀγγμβαθεῖς.

---

Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio), ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2586.tlg001.local001/.
