# Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) 2.ΠΩΣ ΧΡΗ ΠΟΛΕΙΣ ΕΠΑΙΝΕΙΝ..1

Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio), Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander/olim-sub-auctore-genethlio/2.%CE%A0%CE%A9%CE%A3%20%CE%A7%CE%A1%CE%97%20%CE%A0%CE%9F%CE%9B%CE%95%CE%99%CE%A3%20%CE%95%CE%A0%CE%91%CE%99%CE%9D%CE%95%CE%99%CE%9D..1

2. Οἱ τοίνυν περὶ τὰς πόλεις ἔπαινοι μικτοί εἰσιν ἀπὸ κεφαλαίων τῶν περὶ χώρας εἰρημένων καὶ τῶν περὶ ἀνθρώπους. ἐκ μὲν γὰρ τῶν περὶ χώρας τὴν θέσιν ληπτέον, ἐκ δὲ τῶν περὶ ἀνθρώπους τὸ γένος, τὰς πράξεις, ἐπιτηδεύσεις· ἀπὸ γὰρ τούτων τὰς πόλεις ἐγκωμιάζομεν. ὅπως δὲ τῶν κεφαλαίων τούτων ἕκαστον ἐργαζομεθα, ἐγὼ διδάξω καὶ φράσω. θέσιν πόλεως δοκιμάζομεν κατὰ τοὺς ἄνω τρόπους τοὺς εἰρημένους καὶ καθʼ.ἑτέρους πλείονας, ἢ πρὸς οὐρανὸν καὶ ὥρας, ἢ πρὸς ἤπειρον, ἢ πρὸς θάλατταν, ἢ πρὸς τὴν χώραν, ἐν ᾖ κεῖτοι, ἢ πρὸς τὰς περιοίκους χώρας καὶ πόλεις, ἢ πρὸς ὅρη, ἢ πρὸς πεδία. τὸ γὰρ εὔυδρον εἶναι τὴν πόλιν ἢ ποταμοῖς περιειλῆφθαι ἔφην τῶν περὶ χώραν εἶναι. αὐτῶν δὲ τούτων ἕκαστον καὶ πρὸς ἡδονὴν καὶ ὠφέλειαν κατὰ τὴν ἄνω γεγονυῖαν διαίρεσιν. χρὴ δὲ καὶ καθʼ ἕκαστον τούτων εὐμαθέστερον καὶ σαφέστερον γενέσθαι τὸ σύνταγμα. τὴν γὰρ θέσιν πρῶτον ἔφην κατὰ τὸν οὐρανὸν καὶ κατὰ τὰς ὥρας δεῖν θεωρεῖν. θεωρεῖται δὲ ἢ κατὰ ψύξιν ἢ κατὰ θάλψιν ἢ κατʼ ἀχλύν ἢ κατὰ καθαρότητα ἡ κατὰ εὐαρμοστίαν πασῶν τῶν ὡρῶν. εἰ γάρ τις τὸν οὐρανὸν δοκιμάσει, γίγνεται θέσις πόλεως ἢ κατὰ ταῦτα πάντα, ἢ κατὰ τούτων τὰ πλεῖστα, ἢ ἔνια. ἂν μὲν οὖν περιῇ δεικνύειν τὴν πόλιν, ἣν ἐγκωμιάζομεν, κατὰ πάντα ταῦτα εὔθετον οὖσαν, θαυμαστὸν γίνεται τὸ χρῆμα καὶ πλείους αἰ ἀφορμαί. εἰ δὲ μή, τὰ πλεῖστα τούτων πειρᾶσθαι δεῖ προσόντα αὐτῇ ἀποδεικνύναι· εἰ δὲ μὴ τὰ πλεῖστα, ἀλλὰ ἰσχυρότατα καὶ τὰ μέγιστα. εἰ δὲ παντάπασιν ἄμοιρος εἴη ἡ πόλις ἐγκωμίων κατὰ τὴν θέσιν (ὅπερ σπανιώτατόν ἐστιν· εὑρήσομεν γὰρ ἢ ἐν ψυχροῖς τόποις οὖσαν ἢ ἐν θερμοῖς ἢ ἐν ἁρμοστοῖς παρὰ τὴν κρᾶσιν τῶν ὡρῶν), εἰ δέ τινες τὴν Ἄσκρην οἰκοῖεν, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν· εἰ δʼ αὖ ἄφορός τε καὶ δύσφορος, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν, ὅτι φιλοσοφεῖν ἀνάγκη τούς ἐνοικοῦντας καὶ καρτερικούς εἶναι. κατὰ τὸν αὐτὸν δὲ ὅρον, εἰ μὲν θερμότερος εἴη ὁ τόπος, τὰ ἐν τοῖς ψυχροῖς κακὰ λεκτέον· εἰ δὲ ψυχρότερος, τὰ ἐν τοῖς θερμοτέροις. ἄριστα δὲ κεκραμένας χρὴ νομίζειν τὰς ἱκανὸν χρόνον μέρει ἑκάστῳ παραμενούσας. αὐτῶν δὲ τῶν ὡρῶν αἰ μὲν ἐπὶ τὸ μᾶλλον θεωροῦνται, αἱ δὲ ἐπὶ τὸ ἔλαττον. χειμὼν μὲν γὰρ καὶ θέρος ἐπὶ τὸ ἔλαττον· μᾶλλον γὰρ ἐλάττους καὶ ἀσθενεστέρας ἐπαινετέον. ἔαρ δὲ καὶ τὸ μετόπωρον ἐπὶ τὸ μᾶλλον· μᾶλλον γὰρ ἰσχύειν τὰς ὥρας ταύτας ἐπαίνου ἄξιον. ἐν δὲ τῷ περὶ τῶν ὡρῶν καὶ ἃ ἑκάστη φέρει τακτέον, αὐτὰ ταῦτα δὲ ἐφʼ ἑκάστῃ κατὰ τὰ τρία ταῦτα θεωρητέον, εἰ χρόνον ὅλον μένει ἀκήρατα, εἰ πλεῖστον τοῦ ἔτους· ποιότητα δὲ εἰ πρὸς ἡδονὴν καὶ ὠφέλειαν, ὠφέλειαν μὲν εἰ ἀβλαβῆ ἐστιν, ἡδονὴν δὲ εἰ ταῖς αἰσθήσεσι τερπνὴ γεύσεσιν ὄψεσι καὶ ταῖς ἄλλαις. ποσότητα δὲ εἰ πολλὰταῦτα εἴη. Περὶ μὲν τῆς θέσεως τῆς κατʼ οὐρανὸν καὶ ὥρας ταῦτα, ἐξ ὧν ἄν τις ἐγκωμιάζοι πόλιν, ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων τῶν τῆς θέσεως στοιχείων ἐπισκεψώμεθα. ἦν δὲ δεύτερον καὶ τρίτον στοιχεῖον, ὅπως κεῖται πρὸς ἤπειρον, ὅπως πρὸς θάλασσαν. ἐὰν μὲν τοίνυν ἠπειρωτικὴ καὶ πλεῖστον ἀπέχῃ ἀπὸ τῆς θαλάσσης, τὴν ἀπὸ τῆς ἀποχωρήσεως ἀσφάλειαν ἐγκωμιάσεις, καὶ σοφῶν ἀνδρῶν παραθήσεις γνώμας, αἳ τοὺς κατʼ ἤπειρον οἰκισμοὺς ἐπαινοῦσι καὶ τοὺς πλεῖστον ἀπὸ θαλάττης ἀπέχοντας, καὶ πάντα ἐρεῖς, ὅσα ἐν τῷ ἑτέρῳ κακά. ἐὰν δὲ ἡ πόλις θαλαττία ᾖ ἢ νῆσος, τάς τε ἠπείρους ἐρεῖς κακῶς καὶ τοὺς ἠπειρωτικούς οἰκισμούς, καὶ ὅσα ἀγαθὰ ἀπὸ θαλάσσης ἀριθμήσῃ. ἰδίως δὲ καὶ περιεργάσῃ τὴν ἑκάστης νήσου ἢ τὴν ἑκάστης πόλεως θέσιν. τὸ γὰρ τοιοῦτον μέρος ἀδύνατον περιστοιχεῖσθαι διὰ τὸ ἄπειρον. ἐὰν δὲ παραθαλάττιος ᾖ καὶ ἐπʼ αἰγιαλοῖς, ὅτι ἀμφότερα ὑπάρχει τὰ ἀγαθά. ἐὰν δὲ ὀλίγον ἀπέχῃ ἀπὸ τοῦ αἰπιαλοῦ, ὅτι τὰ μὲν ἑκατέρωθεν ἐκπέφευγε λυπηρά, τὰ δʼ ἀμφοτέρων ἀγαθὰ ἀνείληφεν. Ἑξῆς ἦν στοιχεῖα θέσεως, ὅπως ἔχει πρὸς τὴν περιοικίδα χώραν, καὶ ὅπως πρὸς τὰς ἀστυγείτονας χώρας. πρὸς μὲν τοίνυν τὴν περιοικίδα χώραν θεωρεῖται, εἰ ἐπʼ ἀρχῆς κεῖται, ἢ ἐν τῷ μέσῳ, πρὸς τῷ τέλει. καὶ εἰ μὲν ἐπʼ ἀρχῆς κεῖται, ὥσπερ προσώπῳ ἀπεικαστέον, καὶ, ὅτι ἐντὸς τὴν αὐτῆς χώραν φυλάττει, ὥσπερ μιᾶς οἰκίας προπύλαια. ἐὰν δὲ ἐν μέσῳ, ὅτι ὥσπερ βασίλεια ἢ ἀρχεῖα ἢ ὀμφαλὸς ἀσπίδος, ὥσπερ Ἀριστείδης εἶπε, κατείληφεν, ἢ ὥσπερ ἐν κύκλῳ μέσον σημεῖον. ἐὰν δὲ ἐπὶ τέλει, ὅτι ὥσπερ ἐραστὰς ἀποφυγοῦσα τοὺς προσιόντας. Ἔτι δὲ ὀψόμεθα καὶ ζητήσομεν, πότερον τὰ σκληρὰ προβαλλομένη ἐν πεδινοῖς ἐστιν, ἢ ἐν τοῖς σκληροτάτοις τόποις κατῴκισται τὰ πεδία προβαλλομένη· καὶ ἐὰν ἐν πεδινοῖς ἱδρυμένη, ὅτι ἀποπειρᾶται τῶν ἀφικνουμένων, ὥσπερ ἀγῶνα προτιθεῖσα, ἢ ὅτι εὐερκής ἐστιν, ὧσπερ τείχους ἀνεστηκότος. ἐὰν δὲ τὰ πεδία προβαλλυμένη ἐν τοῖς σκληροῖς φαίνηται ἱδρυμένη, ὅτι ἥμερός ἐστι πρὸς τούς ἀφικνουμένους, καὶ ὥσπερ ἀκρόπολις αὕτη κατείληφεν, ἀφʼ ὑψηλοῦ πυρσεύουσα. ἐὰν δὲ ἀναμὶξ ταῦτα καὶ συγκεχυμένως φαίνηται διακείμενα, τὴν ποικιλίαν ἐπαινετέον, ὥσπερ Ἀριστείδης πεποίηκεν. ἔτι δὲ πρὸς τὰ ὕδατα τὰ ἐν τῇ χώρᾳ θεατέον. ὑδάτων δὲ φύσεις τριχῆ δεῖ διαιρεῖν, ἢ ὡς πηγῶν, ἢ ὡς ποταμῶν, ἢ ὡς λιμνῶν. κριτέον δʼ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα, πρὸς ἡδονὴν καὶ ὠφέλειαν, καὶ ἔτι πρὸς ταύτῃ τῇ διαιρέσει πρὸς πλῆθος καὶ αὐτοφυΐαν· ἐνιαχοῦ γὰρ καὶ θερμαὶ πηγαὶ εὑρίσκονται. Πρὸς τοίνυν τὰς ἐκ γειτόνων θεωρητέον ἢ ὡς πρὸς πόλεις ἢ ὡς πρὸς χώρας, πότερον ἐν ἀρχῇ ἐστιν αὕτη, ἢ πρὸς τῷ τέλει, ἢ πανταχόθεν μέση· καὶ χῶραι καὶ πόλεις εἰ μικραὶ καὶ ἀφανεῖς, ἢ μεγάλαι καὶ ἐπιφα- νεῖς, καὶ εἰ ἀρχαῖαι ἢ νέαι. πρὸς μὲν τοίνυν χώρας, οἷον εἰ λέγον τις, ὅτι ἡ νῦν καλουμένη Ἀσία παρῴκισται μεγάλῳ ἔθνει, καὶ ὅπως ὑπὸ μεγέθους οὐ κρύπτεται· πόλεις δʼ, ὥσπερ λέγουσι περὶ τῶν πόλεων τῶν Ἀσιανῶν, ὅτι ἐγγὺς ἀλλήλων οὖσαι οὐκ ἀφαιροῦνται ἀλλήλας τὸν κόσμον. καὶ εἰ μὲν ἐπʼ ἀρχῆς τῶν ἄλλων ἐθνῶν, ὅτι προβέβληται ἀντʼ ἄλλου φυλακτηρίου, ὥσπερ ὁ Ἀριστείδης· τοῦτο γάρ φησι περὶ τῶν Ἀθηνῶν. εἰ δὲ μέση κέοιτο ἡ πόλις πολλῶν χωρῶν καὶ πόλεων μεγάλων, ὅτι πανταχόθεν περιβέβληται καὶ ἀντὶ κόσμου προπύλαια καὶ εἰς ἀσφάλειαν περιβόλους. εἰ δὲ πρὸς τέλει, ὅτι ἀντὶ κεφαλῆς ἐπίκειται ταῖς ἄλλαις χώραις καὶ κορυφῆς.· εἰ δʼ ἔνδοξοι εἶεν αἰ πόλεις καὶ ἐπιφανεῖς, ὅτι ἐνδόξων ἐνδοξοτέρα ἐστὶ καὶ ἐπιφανῶν ἐπιφανεστέρα, ἢ ἐπιφανῶν οὐκ ἀφανεστέρα. εἰ δὲ πολὺ ἄδοξοι καὶ οὐκ ἐπιφανεῖς, ὅτι διʼ αὐτὴν ἀλλʼ οὖν ὀνόματος καὶ φήμης τυγχάνουσιν. εἰ μὲν ἀρχαῖαι χῶραι εἴησαν, ὅτι ἀνάγκη καὶ αὐτὴν ἀρχαίαν εἶναι τὴν πρόσοικον χώραν· εἰ δὲ πόλεις, ὅτι αἰ μὲν κεκμήκασι χρόνῳ, ἡ δʼ ἀνθεῖ· εἰ δʼ αὖ νέα, ὅτι πρὸς φυλακὴν προβέβληται νεωστὶ γεγενημένη. Σκεψψώμεθα τοίνυν καὶ τὴν τοπικὴν καλουμένην θέσιν, ἥπερ ἐστὶν ὑπόλοιπος. καλοῦσι δὲ τοπικὴν τὴν τοῦ τόπου φύσιν, ἐν ᾧ ἡ πόλις ἵδρυται. πᾶσα πόλις, ὡς ἀνωτάτω συλλαβεῖν, αὐτὰ γὰρ τὰ καθʼ ἑκάστην σχήματα ἀδύνατον περιλαβεῖν, ἢ πᾶσα ἐν ὄρει καὶ γηλόφῳ, ἢ πᾶσα ἐν πεδίῳ. ἂν μὲν τοίνυν πᾶσα ἐν ὄρει, καὶ πρὸς ὠφέλειαν καὶ πρὸς ἡδονὴν ἐπαινετέον ἐκ τούτου, κατὰ μὲν ἡδονὴν διὰ τὴν τοῦ ἀέρος τοῦ ὑπερκειμένου καθαρότητα, κατὰ δʼ ὠφέλειαν, ὅτι αὐτοφυὲς τεῖχος καὶ ἀπρόσβατον κέκτηται. ἐλαττώματα δὲ τῶν ἐν γηλόφοις κειμένων ψύχους ὑπερβολαί, ὁμίχλη, στενοχωρίαι.- δεῖ οὖν ἀποφαίνειν οὐ προσόντα ταῦτα ἢ οὐ μάλιστα. ἐὰν δὲ ἐν πεδίῳ, δεῖ ἐπαινεῖν, ὅτι ἐνὶ ὀφθαλμῷ ἡ πόλις φαίνεται, ὅτι οὐκ ἔστιν ἀνώμαλος τοῖς ἄρθροις, ὥσπερ σῶμα εὔρυθμον, ὅτι γεωργική τίς ἐστιν ἡ φύσις τῆς πόλεως, ὅτι ὑπʼ ἀνδρείας οὐ πέφευγεν, ὥσπερ αἱ ἄλλαι πόλεις, εἰς ὅρη. τὰ ἐλαττώματα τῶν ἐν ὑψηλῷ πόλεων ἱδρυμένων ὀνειδιεῖς, τὰ δὲ τῶν ἐν πεδίῳ φεύξῃ. ἔστι δὲ ἐλαττώματα αὐχμοὶ καὶ πνιγμοὶ καὶ ῥᾳστώνη ἐπιθέσεωυς, καὶ ὅσα τοιαῦτα. ταῦτα οὖν ἢ ὡς ἥκιστα ἢ ὡς ἐλάχιστα ἀποδεικνύναι χρὴ προσόντα. ἀλλὰ μὲν εἰ πὴ μὲν πεδινὴ εἴη ἡ πόλις, πῆ δὲ ἐν ὄρεσιν, τό τε πλῆθος ἐπαινέσεις καὶ τὴν ποικιλίαν, ὅτι ἅπερ ἀμφοτέραις ταῖς πόλεσι πρόσεστι, ταῦτα ἀμφότερα μόνη κέκτηται, καὶ ὅτι τὰ ἀμφοτέρων ἐλαττώματα ἐκπέφευγε· πειράσῃ δὲ ἀποδεικνύναι καὶ ὅτι πολλαῖς ἔοικε πόλεσιν. ἐκ τούτων καὶ περὶ ταῦτα ἡ μέθοδος.

---

Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio), ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2586.tlg001.local001/.
