# Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) 2.ΠΩΣ ΧΡΗ ΧΩΡΑΝ ΕΠΑΙΝΕΙΝ..1

Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio), Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menander/olim-sub-auctore-genethlio/2.%CE%A0%CE%A9%CE%A3%20%CE%A7%CE%A1%CE%97%20%CE%A7%CE%A9%CE%A1%CE%91%CE%9D%20%CE%95%CE%A0%CE%91%CE%99%CE%9D%CE%95%CE%99%CE%9D..1

Ἔπαινος μὲν χώρας, ὡς ἀνωτάτω διελέσθαι, διττός, ἢ κατὰ φύσιν ἢ κατὰ θέσιν. ἢ γὰρ πῶς κεῖται ἐξετάσαντες ἀξίαν αὐτὴν ἐπαίνου ἀποφαίνομεν, ἢ ὅπως πέφυκε. θέσιν τοίνυν χώρας δοκιμάζομέν τε καὶ κρίνομεν ὅπως κεῖται πρὸς γῆν, ἢ πρὸς θάλατταν, ἢ πρὸς οὐρανόν· πρὸς μὲν γῆν, εἰ μεσόγειος εἴη καὶ πλέον ἢ ἔλαττον θαλάττης ἀπέχουσα, ἢ ἐπιθαλαττίδιος καὶ πρὸς αἰγιαλούς· πρὸς δὲ θάλατταν, εἰ νῆσος ἢ νήσῳ ἐοικυῖα· πρὸς δὲ οὐρανόν, εἰ ἐν δυσμαῖς, ἢ ἐν ἀνατολαῖς.· ἢ ἐν μεσημβρίᾳ, ἢ ἐν ἄρκτῳ, ἢ ἐν τῷ μέσῳ τούτων. ἤδη δέ τινες καὶ κατʼ αὐτούς τούς ἀστέρας τὴν θέσιν ὡρίσαντο, ὥσπερ οἱ ποιηταί, ὑπὸ Πλειάδας ἢ Ὑάδας, ἡ ὑπὸ Ἀρκτοῦρον ἀνίσχοντα, ἢ ὑπὸ Ἕσπερον. κατὰ γὰρ τοὺς τρεῖς κανόνας θέσιν χώρας δοκιμάζομεν· ἐν γὰρ τῷ περὶ οὐρανοῦ καὶ τὸ τῶν ὡρῶν συνείληπται. τὴν δὲ φύσιν τῆς χώρας δοκιμάζομεν πάσης ἐκ τῶν ἓξ τόπων τούτων, ἢ γὰρ ὀρεινή τίς ἐστιν ἢ πεδινή, ἢ ξηρὰ καὶ ἄνυδρος ἢ λιπαρὰ καὶ εὔυδρος, καὶ εὔφορος καὶ ἢ πολύφορος ἢ ἄφορος καὶ δύσφορος. ἀπὸ γὰρ τούτων χώρας ἀρετὴν καὶ κακίαν διαγινώσκομεν. ἵνα δέ σοι τῶν θεωρημάτων τούτων ἀπάντων παραδείγματα ὑπάρχῃ, ἑκάστου ἐκθήσομαι δύο, εἰπὼν πρότερον, πρὸς ἃ τὰ κεφάλαια ἀνάγοντας ἐπαινεῖν δεῖ, πρὸς ἡδονὴν ἢ πρὸς ὠφέλειαν· πρὸς γὰρ ταῦτα τὰ κεφάλαια ὁρῶντα δεῖ τοὺς περὶ χώραν ἐπαίνους ποιεῖσθαι. οἷον εἰ μεσόγειον ἐπαινοίης, πρὸς μὲν ἡδονήν, ἡ τῶν ἀπὸ τῆς ἠπείρου ἀγαθῶν βεβαίως ἀπόλαυσις καὶ τέρψις γίνεται ὀρῶν πεδία περιλαμβανόντων, καὶ τῶν πεδίων ληΐοις κατεστεμμένων. πρὸς δὲ ὠφέλειαν, διότι οἱ καρποὶ οἱ γνησιώτεροι ἀπὸ τῆς γῆς ἅτʼ οὐ κλυζομένης καὶ τῶν ἀπὸ τῆς θαλάττης ταραχῶν ἀπεχούσης. εἰ δὲ ἐπιθαλάττιον ἐπαινοίης, ὅτι ὅσα καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ ἡδέα καὶ ὠφέλιμα, συνείληφεν ἡ χώρα. εἰ δὲ νῆσον ἐπαινοίης, καὶ πρὸς ἡδονὴν καὶ πρὸς ὠφέλειαν, ὥσπερ Ἀριστείδης ἐν τῷ Νησιωτικῷ. εἰ δὲ νήσῳ ἐοικυῖαν, ἅ τε περὶ Τύρου Ἀριστόβουλος ἱστόρησε καὶ περὶ Κυθαλάττιον ζέκου Ἀριστείδης ἐν τῷ πρὸς Κυζικηνούς, καὶ Ξενοφῶν ἐν τοῖς πόροις περὶ τῆς Ἀττικῆς. καὶ μὴν εἰ μὲν ἀνατολικὴ εἴη, ὅτι πρώτη αὕτη ἡλίῳ ἐντυγχάνει, καὶ ἡγεμών ἐστι φωτὸς ἄλλοις, εἰ δὲ δυτικὴ εἴη, ὅτι ὥσπερ κορωνὶς ἐπίκειται, παραπέμπουσα τὸν θεόν· εἰ δὲ μεσημβρινή, ὅτι ὥσπερ ἐπὶ παρατάξεως τοῦ οὐρανοῦ τὸ μέσον κατείληφεν· εἰ δὲ ἀρκτική, ὅτι τὸ ὑψηλότατον τῆς γῆς καὶ ὑπόβορρον ὥσπερ ἀκρόπολις κατέχει· εἰ δὲ τὸ μεσαίτατον, ὃ δὴ περὶ τῆς Ἀττικῆς καὶ τῆς Ἑλλάδος λέγουσιν, ὅτι περὶ αὐτὴν ἡ πᾶσα γῆ κυκλεῖται, καὶ χώρα ἐστὶν εὔκαρπος. ἔτι τοίνυν εἰ μὲν ὀρεινὴ εἴη, ὅτι ἀνδρὶ ἐρρωμένῳ ἔοικε νεύροις διειλημμένῳ· εἰ δὲ πεδινή, ὅτι εὔτακτός ἐστι καὶ οὐκ ἀνώμαλος οὐδʼ ὀστώδης. καὶ μὴν εἰ μὲν ξηρὰ καὶ ἄνυδρος, ὡς διάπυρός ἐστι κατὰ τὸν περὶ τοῦ αἰθέρος λόγον καὶ τοῦ οὐρανοῦ· πυρώδης γὰρ ὁ οὐρανὸς καὶ ἐπίξηρος· εἰ δὲ λιπαρὰ καὶ εὔυδρος, καὶ πρὸς τὴν ἡδονὴν καὶ πρὸς τὴν ὠφέλειαν εὐφυής. καὶ εἰ μὲν πάμφορος, ὅτι γυναικὶ εὔπαιδι ἔοικεν· εἰ δὲ ἄφορός τε καὶ δύσφορος, ὅτι φιλοσοφεῖν τε καὶ καρτερεῖν διδάσκουσα. Ἐκεῖνό γε μὴν ἰστέον, ὅτι τῶν ἐγκωμίων τὰ μέν ἐστιν ἔνδοξα, τὰ δὲ ἄδοξα, τὰ δὲ ἀμφίδοξα, τὰ δὲ παράδοξα. ἔνδοξα μὲν τὰ περὶ ἀγαθῶν ὁμολογουμένων, οἷον θεοῦ ἢ ἄλλου τινὸς ἀγαθοῦ φανεροῦ· ἄδοξα δὲ τὰ περὶ δαιμόνων καὶ κακοῦ φανεροῦ· ἀμφίδοξα δὲ ὅσα πῆ μὲν ἔνδοξά ἐστι, πῆ δὲ ἄδοξα, ὃ ἐν τοῖς Παναθηναῖκοῖς εὑρίσκεται καὶ Ἰσοκράτους καὶ Ἀριστείδου· τὰ μὲν γάρ ἐστιν ἐπαινετά, τὰ δὲ ψεκτά, ὑπὲρ ὧν ἀπολογοῦνται. παράδοξα δὲ οἷον Ἀλκιδάμαντος τὸ τοῦ Θανάτου ἐγκώμιον, ἢ τὸ τῆς Πενίας ἢ τοῦ Πρωτέως τοῦ κυνός. ἐνέταξα δὲ τὸ θεώρημα, ἐπειδὴ ἀφόρους καὶ δυσφόρους χώρας, καὶ τὰς ἀνύδρους καὶ ψαμμώδεις, ὅπως ἐπαινεῖν χρὴ ὑπέδειξα. ὅτι γὰρ τῶν τοιούτων καὶ παραδόξων καὶ ἀπολογίαν ἐξευρίσκειν ἐστίν, εἰς ἐγκώμιον ἐξαρκεῖ. χώρας μὲν ἀπὸ τούτων ἐγκωμιαστέον, πόλεις δὲ ἐξ ὧν δεῖ ἐπαινεῖν, μετὰ ταῦτα ὑποδεικτέον, ἵνα ἡμῖν καθʼ ὁρμὴν προΐῃ τὸ σύνταγμα.

---

Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio), ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2586.tlg001.local001/.
