Ancient Greek
Book 3
Menander, Διαίρεσις τῶν ἐπιδεικτικῶν (olim sub auctore Genethlio) 3.ΠΩΣ ΔΕΙ ΑΠΟ ΚΠΙΤΗΔΕΥΣΕΩΝ ΤΑΣ ΠΟΛΕΙΣ ΕΓΚΩΜΙΑΖΕΙΝ.
Not analysed yet
Τῶν τοίνυν ἐπιτηδεύσεων αἱ μὲν κατὰ τὴν τῆς πολιτείας κατάστασιν θεωροῦνται, αἰ δὲ κατὰ τὰς ἐπιστήμας, αἰ δὲ κατὰ τὰς τέχνας, αἱ δὲ κατὰ τὰς δυνάμεις. αὐτῶν δὲ τούτων τῶν μερῶν ἢ εἰδῶν ὅ τι χρὴ διαιρεῖσθαι, πειράσομαι ποιῆσαι καταφανές. πολιτεῖαι μέν εἰσι τρεῖς, βασιλεία, ἀριστοκρατία, δημοκρατία, ταύταις δὲ παρακείμεναί εἰσι κακίαι, βασιλείᾳ μὲν τυραννίς, ἀριστοκρατίᾳ δὲ ὀλιγαρχία καὶ πλουτοκρατία λεγομένη, δημοκρατίᾳ δὲ λαοκρατία. παρὰ πάσας δὲ ταύτας ἡ μικτὴ ἐκ πάντων τούτων, ὁποία ἣ τε Ῥωμαῖκὴ καὶ ἡ Λακωνικὴ τὸ παλαιόν. εἰ τοίνυν ἐπαινοίης πόλιν, εἰ μὲν τυραννουμένην, ὡς βασιλευομένην ἐπαινεῖν δεῖ, ὡς ἐν τοῖς Νικοκλείοις ὁ Ἰσοκράτης πεποίηκεν, εἰ δὲ λαοκρατουμένην, ὡς δημοκρατουμένην, ὡς ἐν τῷ Παναθηναῖκῷ Ἰσοκράτης, καὶ Πλάτων ἐν τῷ ἐπιταφίῳ· εἰ δὲ πλουτοκρατουμένην, ὡς ἀριστοκρατουμένην· εἰ δὲ μικτήν, ὅτι ἐξ ἀπασῶν εἴληφε τὰ κάλλιστα. τοῦτο δὲ ὁ Πλάτων περὶ τῆς Λακωνικῆς πολιτείας ἐν τοῖς Νόμοις εἴρηκεν, καὶ Ἀριστείδης ἐν τῷ Ῥωμαῖκῷ λόγῳ. εἴησαν δὲ ἐπαίνων ἀφορμαὶ παρὰ ταύτας ἁπάσας δεῖξαι πόλιν μὴ κατὰ τοὺς αὐτοὺς χρόνους ἀπάσαις κεχρημώνην ἀλλʼ ἄλλοτε ἄλλῃ, ὅπερ Ἰσοκράτης περὶ τῆς τῶν Ἀθηναίων πόλεως εἴρηκε καὶ Ἀριστείδης ἐν τῷ Παναθηναῖκῷ. δεῖ δὲ νομίζειν περὶ πολιτείας, ἄριστον εἶναι τὸ ἑκοῦσαν, ἀλλὰ μὴ ἄκουσαν ἄρχεσθαι τὴν πόλιν, καὶ τὸ ἀκριβῶς φυλάττειν τοὺς νόμους, ἥκιστα δὲ νό- μων δεῖσθαι. τοῦτο δὲ τὸ μέρος τῶν ἐπαίνων κινδυνεύει σχεδὸν ἀργὸν εἶναι· ὑπὸ γὰρ μιᾶς αἱ Ῥωμαϊκαὶ ἅπασαι νῦν διοικοῦνται πόλεις, τελειότητος δὲ ἕνεκεν ἐχρῆν περὶ αὐτοῦ μνησθῆναι. Αἱ δὲ κατὰ τὰς ἐπιστήμας ἐπιτηδεύσεις, εἰ κατὰ πόλιν εἴησαν εὐδόκιμοι, ἀστρολογία καὶ γεωμετρία, ἢ μουσική, ἢ γραμματική, ἢ φιλοσοφία· αἰ γὰρ τοιαῦταί εἰσιν αἱ κατʼ ἐπιστήμην ἐπιτηδεύσεις. φασὶ γὰρ Μυτιληναίους ἐπὶ κιθαρῳδίᾳ μέγιστον φρονῆσαι, Θηβαίους δὲ ἐπὶ αὐλητικῇ, Δηλίους ἐπὶ χοροστατικῇ, ἔτι δὲ καὶ νῦν τοὺς Ἀλεξανδρέας ἐπὶ γραμματικῇ γεωμετρίᾳ καὶ φιλοσοφίᾳ. Αἱ δὲ κατὰ τὰς τέχνας ἐπιτηδεύσεις αἱ μέν εἰσι βάναυσοι, αἰ δὲ ἐλευθέριοι. βάναυσοι μὲν χρυσοχοῖκὴ καὶ χαλκευτικὴ καὶ τεκτονικὴ καὶ ὅσαι τοιαῦταί εἰσιν. ἔστιν οὖν καὶ ἀπὸ τούτων ἐπαινέσαι πόλιν εἰς πλῆθος ἢ εἰς ἀκρίβειαν. φασὶ γὰρ Ἀθηναίους μὲν ἐπὶ ἀγαλματοποιΐα καὶ ζωγραφίᾳ, καὶ Κροτωνιάτας ἐπὶ ἰατρικῇ μέγιστον φρονῆσαι, καὶ ἄλλους ἐπʼ ἄλλαις τέχναις. Αἱ δὲ κατὰ τὰς δυνάμεις ἐπιτηδεύσεις ῥητορικὴ καὶ ἀθλητικὴ καὶ ὅσα τοιαῦτα. Αἰγινῆται μὲν γὰρ ἐπὶ ἀθλητικῇ καὶ Ἑρμουπολῖται μεγαλοφρονοῦσι. Παρὰ πάσας δὲ ταύτας τὰς ἐπιτηδεύσεις καὶ τὰ ἐνεργήματα κοσμούμεθα, εἰ κοσμίως διοικεῖται ἡ πόλις· ἀνήκει δὲ ἐπὶ τὴν τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν δίαιταν καὶ τὴν τῶν παίδων διαγωγήν. δεῖ γὰρ τὸ αὐτὸ ἀποφαίνειν προσῆκον καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ παισὶν ἐπὶ διαίτῃ ἀπονενεμημένον, ὅπερ ὁ Δίων ἐν τῷ Ταρσικῷ ἐπιγραφομένῳ πεποίηκεν. ἀπὸ μὲν δὴ τούτων τὰς τῶν πόλεων ἐπιτηδεύσεις δοκιμαστέον.