Ancient Greek · ~5 min
Chapter 2
Menander, Περὶ ἐπιδεικτικῶν 2.1-2
Not analysed yet
2 Χρὴ δὲ γινώσκειν καὶ φυλάττειν τὸ παράγγελμα, ὅτι, ὅταν μέλλῃς ἀπὸ κεφαλαίου μεταβαίνειν εἰς κεφάλαιον, δεῖ προοιμιάζεσθαι περὶ οὐ μέλλεις ἐγχειρεῖν, ἵνα προσεκτικὸν τὸν ἀκροατὴν ἐργάσῃ καὶ μὴ ἐᾷς λανθάνειν μηδὲ κλέπτεσθαι τῶν κεφαλαίων τὴν ζήτησιν· αὐξήσεως γὰρ οἰκεῖον τὸ προσεκτικὸν ποιεῖν τὸν ἀκροατὴν καὶ ἐπιστρέφειν ὥσπερ μεγίστων ἀκούειν μέλλοντα. τίθει δὲ καὶ σύγκρισιν ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων τούτων, ἀεὶ συγκρίνων φύσιν φύσει καὶ ἀνατροφὴν ἀνατροφῇ καὶ παιδείαν παιδείᾳ, καὶ τοιαῦτα ἀνευρών τὰ παραδείγματα, ἐὰν Ῥωμαίων ᾖ ἢ βασιλέων τις καὶ στρατηγῶν καὶ Ἑλλήνων ἐνδοξοτάτων. τὰς τοιαύτας τοίνυν διαιρήσεις πράξεις δίχα εἰς τε τὰ κατʼ εἰρήνην καὶ τὰ κατὰ πόλεμον. καὶ προθήσεις τὰς κατὰ τὸν πόλεμον, ἐὰν ἐν ταύταις λαμπρὸς ὁ ἐπαινούμενος φαίνηται· δεῖ γὰρ τὰς τῆς ἀνδρείας πράξεις πρώτας λαμβάνειν ἐπὶ τῶν τοιούτων ὑποθέσεων εἰς ἐξέτασιν· γνωρίζει γὰρ βασιλέα πλέον ἡ ἀνδρεία. ἐὰν δὲ μηδὲ εἶς πόλεμος αὐτῷ πεπραγμένος τύχῃ, ὅπερ σπάνιον, ἥξεις ἐπὶ τὰ τῆς εἰρήνης ἀναγκαίως. εἰ μὲν οὖν τὰ κατὰ τὸν πόλεμον ἐγκωμιάζεις, ἐπιστατέον, ὅτι ἀπὸ τῆς ἀνδρείας ἐρεῖς μόνον, οὐκ ἀφʼ ἑτέρων τινῶν· εἰ δὲ τὰ κατὰ τὴν εἰρήνην, τῆς μὲν ἀνδρείας οὐκέτι, ἑτέρων δέ τινων· . δαίρει γὰρ ἀπανταχοῦ τὰς πράξεις ὧν ἂν μέλλῃς ἐγκωμιάζειν, εἰς τὰς ἀρετάς.