Ancient Greek · ~8 min
Chapter 2
Menander, Περὶ ἐπιδεικτικῶν 2.3
Not analysed yet
Ἐπὶ τούτοις μὲν καταπαύσεις τὸν λόγον τὸν περὶ τούτων, μνημονεύσεις δὲ μετὰ τοῦτο τῆς τύχης, λέγων ὅτι συμπαρομαρτεῖν δὲ ἔοικεν ἐφʼ ἅπασι καὶ πράξεσ καὶ λόγοις τῷ βασιλεῖ τῷ μεγάλῳ τύχη λαμπρά· κατορθοῖ γὰρ ἕκαστον κρεῖττον εὐχῆς, καὶ ὅτι παίδων γένεσις αὐτῷ δεδώρηται, ἄν οὕτω τύχῃ, καὶ φίλοι πάντες εὖνοι καὶ δορυφόροι κινδυνεύειν ὑπὲρ αὐτοῦ πρόθυμοι. ἥξεις δὲ ἐπὶ τὴν τελειοτάτην σύγκρισιν, ἀντεξετάζων τὴν αὐτοῦ βασιλείαν πρὸς τὰς πρὸ αὐτοῦ βασιλείας, οὐ καθαιρῶν ἐκείνας ἄτεχνον γάρ, ἀλλὰ θαυμιάζων μὲν ἐκείνας, τὸ δὲ τέλειον ἀποδιδοὺς τῇ παρούσῃ. οὐκ ἐπιλήσῃ δὲ τοῦ προειρημένου θεωρήματος, ὅτι ἐφʼ ἑκάστῳ τῶν κεφαλαίων ποιήσει συγκρίσςις, ἀλλʼ ἐκεῖναι μὲν ἔσονται μερικαί, οἷον παιδείας πρὸς παιδίαν ἢ σωφροσύνης πρὸς σωφροσύνην, αὗται δὲ περὶ ὅλης ἔσονται τῆς ὑποθέσεως, ὡσανεὶ βασιλείαν ὅλην ἀθρόως καὶ ἐν κεφαλαίῳ πρὸς ὅλην βᾳσιλείαν συγκρίνομεν οἷον τὴν Ἀλεξάνδρου πρὸς τὴν παροῦσαν. μετὰ τὴν σύγκρισιν οἱ ἐπίλογοι. ἐκ τούτοις ἐρεῖς τὰς εὐετηρίας, τὰς εὐδαιμονίας τῶν πόλεων, ὅτι πλήρεις, μὲν ὠνίων αἱ ἀγοραί, πλήρεις δὲ ἑορτῶν καὶ πανηγύρεων αἱ πόλεις, γεωργεῖται μετʼ εἰρήνης ἡ γῆ, πλεῖται ἡ θάλωσσα ἀκινδύνως, εὐσέβεια δὲ ἡ περὶ τὸ θεῖον ηὔξηται, τιμαὶ δὲ κατὰ τὸ προσῆκον ἑκάστοις νέμονται, οὐ δεδοίκαμεν βαρβάρους, οὐ πολεμίους, ὀχυρώτερον τοῖς βασιλέως ὅπλοις τετειχίσμεθα ἢ τρῖς τείχεσιν αἱ πόλεις, αἰχμαλώτους οἰκέτας κεκτήμεθα αὐτοὶ μὴ πολεμοῦντες, παρᾲ δὲ τῆς βασιλέως χειρὸς νικώσης δεχόμενοι. τίνας ὖ̣? εὐχὰς εὔχεσθαι δεῖ τῷ κρείττονι τὰς πόλεις ἢ ὑπὲρ βασιλέως ἀεί; τί δὲ μεῖζον αἰτεῖν παρὰ τῶν θεῶν ἢ βασιλέα σώζεσθαι; ὄμβροι γὰρ κατὰ καιρὸν καὶ θαλά̣?σης φοραὶ καὶ καρπῶν εὐφορίαι διὰ τὴν τοῦ βασιλέως δικαιοσύνην ἡμῖν εὐτυχοῦνται· τοιγάρτοι καὶ ἀμειβόμεναι αὐτὸν αἱ πόλεις καὶ ἔθνη καὶ γένη καὶ φυλαὶ στεφανοῦμεν, ὑμνοῦμεν, γράφομεν, πλήρεις εἰκόνων αἰ πόλεις, αἰ μὲν πινάκων γραπτῶν, αἱ δέ που καὶ τιμιωτέρας ὕλης. ἐπὶ τούτοις εὐχὴν ἐρεῖς αἰτῶν παρὰ θεοῦ εἰς μήκιστον χρόνον προελθεῖν τὴν βασιλείαν,δίαδοθῇναι εἰς παῖδας, παραδοθῆναι τῷ γένει.