# Fragmenta 3-2-8

Menecles Barcaeus, Fragmenta, 3 to 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menecles-barcaeus/fragmenta/3-2

Κεραμεικὸς, τόπος Ἀθήνησιν, ἔνθα οἱ ἐν πολέμῳ ἀναιρούμενοι ἐθάπτοντο, ὡς Μενεκλῆς καὶ Καλλικράτης ἐν τοῖς Περὶ Ἀθηναίων (l. Ἀθηνῶν) συγγράμμασί φασιν οὕτως· «Ἔστι δὲ καὶ δῆμος Κεραμεικός· εἰσὶ δὲ ἔνθεν καὶ ἔνθεν στῆλαι ἐπὶ τοῖς δημοσίᾳ τεθαμμένοις, ἔχουσαι ἐπιγραφὰς, ποῦ ἕκαστος ἀπέθανεν.» Κεραμεικός ... ὅτι βʹ εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ (Ἀντιφῶν) φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῶ Περὶ Ἀθηνῶν. ... Καλλικράτης φησὶν ἢ Μενεκλῆς ἐν τῷ Περὶ Ἀθηνῶν γράφων οὕτως· «Ἔχει δὲ ὁ Πειραιεὺς λιμένας τρεῖς, πάντας κλειστούς. Εἷς μέν ἐστι ὁ Κανθάρου λιμὴν καλούμενος, ἐν ᾧ τὰ νεώρια ἑξήκοντα, εἶτα Ἀφροδίασιον, εἶτα * κύκλῳ τοῦ λιμένος στοαὶ πέντε.» Ἑρμαῖ. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν γράφει τουτί· «Ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμαβέβηκεν. Ἐφ ̓ ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις· Ἀντ ̓ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί.» Ἑκατόμπεδον ... Ὁ Παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ Περὶ Ἀθηνῶν. Plurimi codd. Καλλιστράτης; Bekker. Καλλίστρατος. Μενεκλῆς δ ̓ ἐν τῇ πρώτῃ τῆς Συναγωγῆς «Οἱ Πυγμαῖοι (φησὶ) τοῖς πέρδιξι καὶ τοῖς γεράνοις πολεμοῦσι.» Διακόνιον. Οἱ μὲν τὴν τοῦ πλακοῦντος κρηπῖδα. Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ ταῦτα εἴρηκε περὶ αὐτοῦ· «Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην Εἰρεσιώνην ὅταν ποιῶσι, πλάττοντες λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλ ̓ ἄττα κυκλοτερῆ πέμματα, ταῦτα καλοῦσι διακόνιον.» Αἰολεῖς ... ὡς Μενεκλῆς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι, ἀπὸ τοῦ αἰολίζω.

---

MENECLES BARCAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1499.tlg002.local002/.
