# Fragmenta 4

Menecrates Xanthius, Fragmenta, Dfhg-Source dfhg2_MENECRATES_XANTHIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menecrates-xanthius/fragmenta/4

Μενεκράτης δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν (τὸν Αἰνείαν) ἀποφαίνει τὴν πόλιν (Τροίαν) τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα· καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. Σύγκειται δὲ ὁ λόγος αὐτῷ ἀρξαμένῳ ἀπὸ Ἀχιλλέως ταφῆς, τὸν τρόπον τόνδε· « Ἀχαιοὺς δ ̓ ἀνίη εἶχε, καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι· ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον γῇ πάσῃ, ἄχρις Ἴλιον ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου, καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος, ἀνέτρεψε Πρίαμον. Ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνει.»

---

MENECRATES XANTHIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1503.tlg002.local002/.
