# Fragmenta 2

Menodotus Perinthius Vel Samius, Fragmenta, Dfhg-Source dfhg3_MENODOTUS_PERINTHIUS_VEL_SAMIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/menodotus-perinthius-vel-samius/fragmenta/2

Μηνόδοτος δὲ ὁ Σάμιος ἐν τῷ Περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησίν· «Οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας, καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ, καὶ ἐντεῦθεν εἰς τοὺς ἐξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι, καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ. Διὰ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησίν· Ἐν Ἡλίου μέν φασί γίνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. Ἡ Κύπρος ἔχει πελείας διαφόρους· ἡ δ ̓ ἐν Σάμῳ Ἥρα τὰ χρυσοῦν, φασὶν, ὀρνίθων γένος, τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταώς. Διόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὼς ἐστίν.»

---

MENODOTUS PERINTHIUS VEL SAMIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1506.tlg002.local002/.
