Ancient Greek · ~2 min
Chapter 1
Methodius, Adversus Porphyrium (Fragmenta) 1.8
Not analysed yet
ἐντεῦθεν οἱ τῇδε βασιλεῖς, πάσης πονηρᾶς ἕξεως ἐπὶ σκεδασμῷ τὸ σταυροειδὲς παραλαμβάνεσθαι αἰσθόμενοι σχῆμα, τὰ καλούμενα τῇ Ρωμαïkῇ διαλέκτῳ βήξιλλα ἐμηχανήσαντο. ἔνθεν εἴκουσα τούτῳ ἡ θάλασσα τῷ σχήματι πλωτὴν ἑαυτὴν ἀνθρώποις παρέχει. ὅλη γάρ, ὡς εἰπεῖν, τούτω ἡ κτίσις πρὸς ἐλευθερίαν ἐνδέδυται τῷ σημείῳ· τά τε γὰρ ὄρνεα ὑψιπετοῦντα τὸ σταυροειδὲς κατὰ τὴν ἔκτασιν πτερύγων σχῆμα αἰνίσσονται, αὐτός τε ὁ ἄνθρωπος τὰς χεῖρας πετάσας οὐδὲν ἄλλο ὑπάρχων φαίνεται ἢ τοῦτο.