Ancient Greek · ~3 min
Chapter 2
Methodius, Adversus Porphyrium (Fragmenta) 2.4
Not analysed yet
τῇ γὰρ φορᾷ τοῦ ξίφους οὐκ ἀντιπαραμείναντος τοῦ ὑποκειμένου σώματος, ἀλλὰ συνείξαντος μᾶλλον, ἄπρακτος γίνεται ἡ ἐνέργεια, οἷον καθάπερ καὶ ἐπὶ τῶν λεπτομερεστέρων σωμάτων πυρός ἢ ἀέρος· ἐκλύεται γὰρ ἐν τοῖς τοιούτοις ἀνενέργητος <ἡ> τῶν στερεωτέρων ὁρμὴ σωμάτων. εἰ δὲ πῦρ ἢ ἀέρα λίθος ἢ σίδηρος ἢ ξύλον ἢ ἄλλο ,οἷς οἱ ἄνθρωποι χρώμενοι καθ’ ἑαυτῶν ἀλληλοφονοῦσι, τρῶσαί τε καὶ διελεῖν οὐ δύνανται, παρὰ τὸ εἰκτικῆς τε αὐτὸ καὶ λεπτομερεστέρας φύσεως τυγχάνειν, χῶς οὐ μᾶλλον ἄτρωτός γε ἔμεινεν ἡ σοφία καὶ ἀπαθής, οὐδὲν πρὸς οὐδενὸς κακυνομένη, κἂν τεμνομένῳ συνῆν καὶ προσηλωμένῳ τῷ σώματι, βελτίων καὶ καθαρωτέρα φύσεως πάσης μετὰ τὸν γεννησάμενον αὐτὴν θεὸν ὑπάρχουσα;