Ancient Greek · ~4 min
3.3 to 3.5
Methodius, Adversus Porphyrium (Fragmenta) 3.3-5
Not analysed yet
ὅθεν, εἰ καὶ διὰ τούτου τοῦ σχήματος τῶν θυμοφθόρων ἐλευθερῶσαι τὰς ψυχὰς παθῶν ἐβουλήθη καταισχύνων τὰ πλήθη τῶν δαιμόνων, ἀποδέχεσθαι ἐχρῆν, ἀλλὰ μὴ δυσφημεῖν, ἐλευθεοπο αὐτὸ καὶ λυτήριον τῶν ἐκ τῆς παρακοῆς κατασκευασθέντων ἡμῖν δεσμῶν ὁρῶντες δοθέν. ἔπαθε γὰρ σαρκὶ τῷ σταυρῷ προσπαγεὶς ὁ λόγος, ἵνα ἁπλώσῃ ἀπονεναρκωμένον πλάνῃ τὸν ἄνθρωπον, πρὸς τὸ ἄνω τε καὶ θεῖον μέγεθος τῷ ξύλῳ ἐξισώσας τῆς ζωῆς αὐτὸν οὑ πρόσθεν ἀπήλαστο, ὅτι τούτῳ τὰ πάθη τῷ σχήματι ἤμβλυνται, πάθος παθῶν διὰ τοῦ παθεῖν γενόμενος καὶ θάνατος διὰ τοῦ θανεῖν θανάτου ,οὐ χειρωθεὶς ὺπὀ θανάτου, οὐδὲ ἀλγυνθεὶς ὑπὸ πάθους. οὔτε γὰρ πάθος ὅλως αὐτὸν ἐξέστησεν οὔτε θάνατος ἐλυμήνατο, ἀλλ’ ἦν έν τῷ παθητῷ μένων ἀπαθὴς καὶ ἐν τῷ θνητῷ ἀθάνατος, πᾶν ὅσον ἀὴρ καὶ μέσον καὶ ἄνω κατειληφὼς καὶ τὸ θνητὸν θεότητι κεράσας ἀθανάτῳ, ἡττήθη τε τελέως ὁ θάνατος εἰς ἀφθαρσίας ἐκτύπωμα ἀνασταυρωθείσης τῆς σαρκος.