Ancient Greek · ~2 min
Chapter 5
Methodius, Adversus Porphyrium (Fragmenta) 5.1
Not analysed yet
Ἡμέτερον μὲν ὄντως ἐστὶ κακὸν ἡ πρὸς τὸν θεὸν ἀνομοιότης τε καὶ ἄγνοια· ἀγαθὸν δὲ ἔμπαλιν πηλίκον ἡ πρὸς αὐτὸν ἐξομοίωσις; φαίνεται γοῦν οἰκεῖον μὲν ἀληθῶς ἀγαθὸν ἡ περὶ τὸ ἄφθαρτόν τε καὶ θεῖον ἐπιστροφὴ καὶ πίστις ,κακὸν δὲ ἡ περὶ αὐτὸ ἄγνοια καὶ ῥᾳθυμία, εἴ γε τὰ ἐν ἡμῖν καὶ ἐξ ἡμῶν φυόμενα, ταῦτα ἡμέτερα τυγχάνουσι, κακοποιητικὰ ὄντα πονηρίας.