Ancient Greek · ~3 min
11.1 to 11.2
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 11.1-2
Not analysed yet
Ὅτι περὶ τοῦ »ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν« φησίν, Ἀρχὴν δὲ αὐτὴν τὴν σοφίαν λέγων τις οὐκ ἂν ἁμάρτοι. λέγεται γὰρ παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ λέγουσα περὶ αὑτῆς τὸν τρόπον τοῦτον κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με«. ἠν γὰρ ἀκόλουθον καὶ πρεπωδέστερον πάντα ἃ εἰς γένεσιν ἠλθον εἶναι ταύτης νεώτερα, ἐπεὶ καὶ δι᾿ αὐτῆς γεγόνασιν. ἐπίστησον γὰρ εἰ μὴ καὶ τό »ἐν ἀρχῇ ἦν λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν‘ κατὰ τὸν εὐαγγελιστήν »καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«, εἰ μὴ τούτοις ὁμαρτεῖ.