Ancient Greek · ~1 min
Chapter 4
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 4.1
Not analysed yet
Ὅρα δὲ καὶ ὧδε. εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος, πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ ἀναλλοίωτον θεόν· τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ Ποιεῖν μεταβάλλειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη. Ἔλεγον γάρ. Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ θεός, ἢ οὔ; Πέπαυται. Οὔπω γὰρ ἦν τετελειωμένος ἄν. Ἀληθές.