Ancient Greek · ~2 min
Chapter 7
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 7.2
Not analysed yet
ἐροίμὴν γὰρ σφᾶς, Δι’ ἣν αἰτίαν ἀγένητον αὐτόν φατε; πότερον διὰ τὸν τεχνίτην, ὅπως μηδαμῶς ἀργήσας τῆς δημιουργίας νομίζοιτο, ἢ δι’ ἑαυτόν; ἂν μὲν γὰρ διὰ τὸν τεχνίτην, πῶς ἀγένητος ὢν πρὸς τοῦ τεχνίτου δημιουργεῖται; εἰ γὰρ ὅλως ἐν ἐνδείᾳ τῆς τέχνης καθέστηκε χαλκουργούμενος πρὸς τὸ σχεῖν ὁποῖον ὁ δημιουργὸς ἐθέλοι καρακτῆρα, ποίῳ τρόπῳ ἀγένγτος ἔσται πάσχων τε καὶ δρώμενος; εἰ δὲ αὖ δι’ ἑαυτὸν τέλειος καὶ ἀγένητος λέγοιτο μὴ δεῖσθαι τῆς τέχνης ὁ ἀνδριάς, κατὰ τὸ ὀλέθριον δόημα, ἀνάγκη αὐτοματισμὸν ὁμολογεῖν.