Ancient Greek
Chapter 7
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 7.4
Not analysed yet
εἰ γὰρ ὁ αὐτὸς ἀνενδεὴς ὢν καὶ οὐκ ἔχων ἀρχὴν γενέσεως τυγχάνει, ταύτῃ μᾶλλον καθ᾿ ὑμᾶς ὁ δημιουργὸς οὐδέποτε δημιουργήσας δημιουργῶν εὑρεθήσεται, καὶ πάλιν εἰς αὐτὸ ἔοικεν ὁ λόγος περιδεδραμηκέναι, αύτοματισμὸν ὁμολογεῖν. ἐὰν γὰρ κἂν τὸ ἀκαριαίτατον >ἀνδριάντα κινῆσαι ὁ δημιουργὸς λεχθῇ, ἀρχῇ ὑποπεσεῖται, καθ ἣν πρότερον αὐτὸν ἄκοσμον καὶ ἀκίνητον ὄντα ἤρξατο κινεῖν καὶ κοσμεῖν. οὔκουν καὶ ἠν καὶ ἔσται διηνεκῶς ὁ αὐτὸς ἀεὶ κόσμος· ἀπεικαστέον γὰρ τῷ μὲν θεῷ τὸν τεχνίτην, τὸν δὲ ἀνδριάντα τῷ κόσμῳ.