Ancient Greek · ~2 min
Chapter 9
Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235) 9.1
Not analysed yet
Ὅτι φησὶν ὁ ἅγιος, Δύο δὲ δυνάμεις ἐν τοῖς προωμολογημένοις ἔφαμεν εἶναι ποιητικάς, τὴν ἐξ οὐκ ὄντων γυμνῷ τῷ βουλήματι χωρὶς μελλησμοῦ ἅμα τῷ θελῆσαι αὐτουργοῦσαν ὃ βούλεται ποιεῖν· τυγχάνει δὲ ὁ πατήρ· θατέραν δὲ κατακοσμοῦσαν καὶ ποικίλλουσαν κατὰ μίμησιν τῆς προτέρας τὰ ἤδη γεγονότα· ἔστι δὲ ὁ υἱός, ἡ πανταδύναμος καὶ κραταιὰ χεὶρ τοῦ πατρός, ἐν ᾗ μετὰ τὸ ποιῆσαι ὕλην ἐξ οὐκ ὄντων κατακοσμεῖ.