Ancient Greek · ~2 min
Chapter 1
Methodius, De Libero Arbitrio 1.8
Not analysed yet
ἀφ' ὧν καὶ τὸ λέγειν θαρρῶ, ὅτι μοι παντὸς φθόνου καθαρὰς παρέχετε τὰς ἀκοάς, οὐ τὸν ζῆλον τὸν τοῦ Κάϊν μιμούμενοι, οὐχ ὁμοίως τῷ Ἠσαῦ διώκοντες τὸν ἀδελφόν, οὐ <τοὺς> τοῦ Ἰωσὴφ ἀδελφούς, ὅτι ἐφ’ οἷς ἔλεγεν ἐμίσουν τὸν ἀδελφόν. ἀλλὰ τούτων ἁπάντων μακρὰν ἀφεστῶτες, διόπερ ἕκαστος ὑμῶν τὰ τοῦ πλησίον νομίζει λέγειν. καὶ διὰ τοῦτο ζῆλος πονηρὸς οὐκ ἔστιν ἐν ὑμῖν, τὰ λείποντα τῷ ἀδελφῷ ἀναπληροῦν δεδιδαγμένοις.