Ancient Greek · ~2 min
Chapter 11
Methodius, De Libero Arbitrio 11.2
Not analysed yet
ἤ, εἰ μὲν πρότερον οὐκ ἠσαν αἱ ποιότητες κακαί, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὅλην γεγο- νέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὸ θεός, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον, τῆς δικοσμήσεως ἕνεκα πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις; ΕΤΑΙΡ̣ Οὕτως ἄνωθεν εἶχον ἐγώ.