Ancient Greek · ~2 min
Chapter 11
Methodius, De Libero Arbitrio 11.5
Not analysed yet
ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, . . τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον »τανῦν τῶν κακῶν. εἰ γὰρ τις ἐξετάζοι ἐπ' ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι τὸ Με αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν.