Ancient Greek · ~9 min
Chapter 13
Methodius, De Libero Arbitrio 13.1
Not analysed yet
Ἐπὶ δὲ τὴν τῶν κακῶν ἐξέτασιν ἔρχεσθαι δεῖ καὶ ἀναγκαίως ἀναζητεῖν τὰ παρὰ ἀνθρώποις. τὰ παρ᾿ ἀνθρώποις κακὰ πό τερον εἴδη τυγχάνει κακοῦ ἢ μέρη; εἰ γὰρ εἴδη ταῦτα ἐκείνου φάναι θέλοις, οὐκ ἔστιν ἕτερον παρὰ ταῦτα καθ᾿ ἑαυτὸ τὸ κακὸν τῷ τὰ γένη ἐν τοῖς εἴδεσιν ἐξετάζεσθαι· οἷον τὸ ζῷον γένος ἐστὶν κατ᾿ εἶδος κατηγορούμενον, τουτέστιν κατά γε ἀνθρώπου καὶ τῶν ὁμοίων, ὅσα τε ἔμψυχα ὄντα τὴν προαιρετικὴν κίνησιν ἔχει· ἄλλ᾿ οὐχ οἷόν τε δείκνυται τοῦτο. οὐ γὰρ γένος εἶναί φαμεν ἕτερόν τι καθ᾿ ἑαυτὸ ὑπάρχον 2 παρὰ τὰ εἴδη· οὕτω δὴ καὶ περὶ τοῦ κακοῦ λέγειν ἀνάγκη. τὸ γὰρ γένος εἴπαμεν τὴν σύστασιν ἐν τοῖς εἴδεσιν ἔχειν, μὴ εἶναι δέ τι ἕτερον καθ᾿ ἑαυτό. εἰ δὲ οὕτως ἔχει, γενητὸν ἔσται τὸ κακόν· τὰ γὰρ εἴδη γενητὰ ὄντα δείκνυται, οἷον φόνος καὶ μοιχεία καὶ τὰ τούτοις παραπλήσια. εἰ δ᾿ αὖ πάλιν μέρη τινὸς κακοῦ ταῦτα εἶναι ἐθέλοις, 3 ἔστιν δὲ ταῦτα γενητά, ἀνάγκη κἀκεῖνο γενητὸν ὑπάρχειν. ὧν γὰρ τὰ μέρη γενητά, ταῦτα ὁμοίως ἐξ ἀνάγκης εἶναι γενητά· τὸ γὰρ ὅλον ἐκ μερῶν συνέστηκεν. καὶ τὸ μὲν ὅλον οὐκ ἔσται μὴ τῶν μερῶν ὄντων, ἔσται δὲ τὰ μέρη, κἂν μὴ τὸ ὅλον παρῇ. οὐδενὸς δὲ τῶν ὄντων μέρος μέν ἐστιν γενητόν, μέρος δὲ <πάλιν> ἀγένητον, εἰ δὲ καὶ 4 τοῦτο συγχωρήσαιμι τῷ λόγῳ, ἦν ποτε τὸ κακόν, ὅτε ὁλόκληρον οὐν ἦν, τουτέστιν πρὶν δημιουργῆσαι τὴν ὕλην τὸν θεόν. τότε δὲ ὁλόκληρον γίνεται, ὅτε πρὸς τοῦ θεοῦ γέγονεν ἄνθρωπος· τῶν γὰρ μερῶν τοῦ κακοῦ ἄνθρωπος ὑπάρχει ποιητής. καὶ τοῦ ἐντεῦθεν τοῦ ὁλόκληρον εἶναι τὸ κακὸν αἴτιος ἔσται δημιουργήσας ὁ θεός, ὅπερ οὐκ εὖ ἔχειν μοι τοῦτο περὶ θεοῦ <λέγειν> δοκεῖ, εἰ οὐδ᾿ ὁπότερον τούτων εἰπεῖν ἐθέλοις, πρᾶξιν δέ τινος κακοῦ εἶναι λέγοις, γενητὸν αὐτὸ ὑπάρχειν μηνύεις· ἡ γὰρ τοῦ τινὸς πρᾶξις ἀρχὴν τοῦ εἶναι λαμβάνει. πρὸς δὴ τούτοις οὐδὲν ἕτερον παρὰ ταῦτα τὸ κακὸν εἰπεῖν ἔχεινς. ποίαν γὰρ πρᾶξιν κακὴν ἑτέραν παρὰ τὰς ἐν ἀνθρώποις δεικνύειν ἔχεις; ὅτι γὰρ ὁ ἐνεργῶν οὐ κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχει κακία, κατὰ δὲ τὸν τῆς προαιρέσεως τρόπον, τοιαῦτα πράττειν ἐπαναιρούμενος, ἐξ ὧν τοῦ κακῶς λέγεσθαι τὴν προσηγορίαν λαμβάνει, προλαβὼν ἔδειξα τῷ λόγῳ.