Ancient Greek · ~3 min
15.4 to 15.5
Methodius, De Libero Arbitrio 15.4-5
Not analysed yet
πρὸς δὴ τούτοις καὶ τὸ χρήματα λαμβάνειν τινὸς τῶ τρόπῳ τῆς λήψεως γίνεται κακόν. ἐὰν μὲν γάρ τις δῴη κοινωνῶν . . ἐξ ὧν ἔχει, ὁ λαμβάνων οὐδὲν φαῦλον ποιεῖ· εἰ δ᾿ αὖ πάλιν ἄκοντος . . ἀφέλοιτο ἢ λεληθότως, ἔργον τι πονηρὸν πράττει. καὶ τὸ μὲν ἀλλότρια λαμβάνειν ἐπ᾿ ἀμφοτέρων ἐστίν, ὁ δὲ τῆς λήψεως τρόπος κακὸν λέγεσθαι τοῦτο <ἢ ἀγαθὸν> ποιεῖ. ὁμοίως δὲ καὶ τὸ θεοσεβεῖν τρόπῳ <ἀγαθὸν ἢ> κακὸν γίνεται. εἰ μὲν γάρ τις <τὸν> ἀληθῆ σέβει θεόν, ἔργον ποιεῖ ἀγαθόν· εἰ δὲ τοῦτον καταλιπὼν τὸν οὐκ ὄντα σεβει, καὶ τὴν τοῦ κρείττοντος τιμὴν ξύλοις ἢ λίθοις προσάπτειν ἐθέλει, κακὸν πράττει. καὶ τὸ μὲν τῆς θεοσεβείας ὄνομα τὸ αὐτό, ὁ δὲ τῆς χρήσεως τρόπος ἐναλλάσσει τὸ γινόμενον.