Ancient Greek · ~2 min
Chapter 16
Methodius, De Libero Arbitrio 16.1
Not analysed yet
ETAIP. Ἐπεὶ τοίνυν περὶ τῶν κακῶν ἐποιήσω τὸν λόγον, δεικνύναι βουλόμενος ὡς ἔστιν τὰ κακά, καὶ ὅτι τούτων οἱ ἄνθρωποι τυγχάνουσι ποιηταί, βραχύ τι πάλιν πυθέσθαι βούλομαι· πότερον οἱ ἂνθρωποι τὴν ἀφορμὴν ἀφ᾿ ἑαυτῶν λαμβάνοντες ἔχουσι, τουτέστιν αὐτοὶ τῆς τοιαύτης χρήσεως εὑρεταὶ γενόμενοι, ἢ τοιοῦτοι ὑπὸ θεοῦ γεγόνασιν, ἢ αὖ πάλιν ἕτερός τις ὑπάρχει ὁ εἰς τὰ τοιαῦτα τοὺς ἀνθρώπους παρορμῶν;