Ancient Greek · ~2 min
Chapter 8
Methodius, De Libero Arbitrio 8.2
Not analysed yet
ΟΡΘΟΔ. Οὑκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ θεός. ὅτε τοίνυν οὑδ' οὕτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τὸν θεόν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου. —εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν.