Ancient Greek · ~4 min
8.4 to 8.9
Methodius, De Libero Arbitrio 8.4-9
Not analysed yet
ΟΡΘΟΔ. Παρστῆσαί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὅντα βλέπω. ἐπεὶ τοίνυν, ὠ οὑτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι; ΟΥΑΔ. Δοκεῖ. ΟΡΘΟΔ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς οὗ γενομένου τὸ εἶναι λήψεται; ΟΥΑΔ. Οὕτως ἔχει. ΟΡΘΟΔ. δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; ΟΥΑΛ. Οὕτω μοι φαίνεται. ΟΡΘΟΔ. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ' ἂν ὸ ἐνεργῶν παρῇ; ΟΥΔΔ. Οὕτως ἔχει. ΟΡΘΟΔ. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἐσται ποτέ; ΟΥΑΛ. Οὐκ ἔσται. ΟΡΘΟΔ. Οὑκοῦν εἰ ἠ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος ἐν ᾠ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, οἱ δὲ ἐνέργειαι δέονταί τινος ἐν ᾠ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται <αὐταὶ αἱ> οὐσίαι τὰ κακά.