Ancient Greek · ~2 min
Chapter 9
Methodius, De Libero Arbitrio 9.4
Not analysed yet
ΟΡΘΟΛ. Τὴν μὶν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὧ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἔκαστον τῶν φιλομαθῶν μὴ ἀπλῶς καἳ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις ἀλλ' άκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γὰρ εἰ ὁ προσξητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει τὸ λοιπόν, ἀλλ' εἰ ὅ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, οὗτος λέξει παρών. παρών· γὰρ θάτερον ἔσται. ἢ γàρ καὶ πρὸς ὅ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφεληθήσεται, ἣ τὸν προσδιαλεγομενον ἐλέγξει οὐ τἀλθῆ λέγοντα.