# Symposium Sive Convivium Decem Virginum 1-2

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος γ΄. Θάλεια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/1-2

Ὑπολαβοῦσα οὐν ἐντεῦθεν. ὡς οἶμαι, ἤδη καὶ αὐτή, Σύ μοι δοκεῖς, ὡ Θεοφίλα, ἒφη, καὶ τῇ πράξει καὶ τῷ λόγῳ πασῶν κρατιστεύειν στεύειν καὶ σοφίας τὰ δεύτερα φέρεσθαι οὐδενός. οὐ γὰρ ἔστιν αἰτιάσεται σου τὸν λόγον, οὐδ᾿ εἰ παντάπασι φιλόνεικος εἲη καὶ ἀντιλογικός. πλὴν ἐκεῖνό με μόνον τῶν ἄλλων ὀρθῶς εἰρημίνων, ὡ μακαρία. δοκεῖ ταράττειν τε καὶ ἀνιᾶν, ἀναλογιζομένην ὡς οὐκ ἂν ὁ πνευματικώτατος καὶ σοφὸς ἀνήρ, τὸν Παῦλον λέγω, ματαίως ἀνέφερεν »εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν‘ τὴν σύνερξιν τοῦ πρωτοπλάστου καὶ τῆς γυναικός, εἰ μηδὲν ὑψηλότερον ἐφαντάζετο τῶν ῥητῶν καὶ τῆς ἱστορίας ἡ γραφή. εἰ γὰρ ὃλως εἰς τὸν περὶ συνελεύσεως ἀνδρός τε καὶ γυναικὸς δεὶ παραλαμβάνεσθαι τύπον φιλῶς τὴν γραφήν, τίνος δὴ χάριν ὁ ἀπόστολος τούτων ἐπιμνησθεὶς καὶ εἰς τὴν τοῦ πνεύματος ἡμᾶς, ὡς οἶμαι, χειρσγωγῶν ὁδόν, »εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν‘ ἀναφέρων ἀλληγορεῖ τὰ κατὰ τὴν Εὒαν καὶ τὸν Ἀδάμ; ἡ μὲν γὰρ λέξις τῆς Γενέσεως οὕτω φησί· »καὶ εἶπεν ὁ Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὁστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὓτη κληθήσεται γυνή, ὃτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο σάρκα μίαν«. ὁ δὲ ἀπόστολος εἰς αὐτὴν δὴ ταύτην ἐπισκεπτόμενος τὴν περικοπὴν οὐκέτι κατὰ τὸ κείμενον αὐτήν, ὡς ἔφην, ἐπὶ συνέρξεως βούλεται παραλαμβάνεσθαι γυναικός τε καὶ ἀνδρός, ὥσπερ δὴ καὶ σύ. σὺ γὰρ φυσικώτερον ἐπεργαζομένη τὸν λόγον λήψεων πέρι καὶ τοκετῶν ἒδωκας άποφαίνεσθαι μόνον τὴν γραφήν· ἳνα γὰρ τὸ ἀπὸ τῶν ὀστέων ὀστοῦν ἂνθρωπος ἓτερος ληφθὲν γεννηθῇ ταύτῃ συνεῖναι τὰ ζῷα σπαργῶντα καὶ ὠδίνοντα δένδρων ἂίκην ἐν ὥρᾳ τοῦ κυεῖν. ἐκεῖνος δὲ πνευματικώτερον εἰς τὸν Χριστὸν ἀναλαμβάνεσθαι τὸν λόγον διδάσκων οὕτως ἴφη· »ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, ὃτι μέλη μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. ἀντὶ τούτου καταλείψει ἂνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἒσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν.«

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
