# Symposium Sive Convivium Decem Virginum 1-7

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος ί. Δομνίνα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/1-7

Τὴν οὖν Δομνίναν ἐρυθριάσασαν ἐπιπολὺ μόλις ἀναπνεῦσαι καὶ εἰς εὐχὴν ἐξαναστᾶσαν τραπῆναι καὶ καλεῖν τὴν σοφίαν παραστῆναί οἱ βοηθόν. εὐξαμένῃ δὲ αὐτῇ θάρσος, φησίν, εὐθέως ἐγγίγνεται, γνεται, καί τις αὐτὴν θεία ἀνακωχὴ κατέλαβε, καὶ ἴφη , Ὦ Ἀρετή, κἀγὼ παραλείψασα τὰς μακρολογίας τῶν προεξηγημάτων εἰς αὐτὰ τὰ προκείμενα κατὰ δύναμιν εἰπεῖν πειράσομαι, ἴνα δὴ μὴ τῷ μηκύ- νεσθαι τὰ πάρεργα πλείονα χρόνον ὧν ἕνεκα λέγονται παράσχω· ἡγοῦμαι γὰρ μέγιστον μέρος φρονήσεως εἶναι τὸ μὴ μακροὺς ἐκ πε | - ριόδων πρὸ τῶν ἀπερωτηθέντων ποιεῖσθαι τοὺς λόγους κηλοῦντας τὰ ὦτα, ἀλλ' αὐτόθεν εὐθέως περὶ ὅτου τὸ ἐπερώτημά ἐστιν ἄρχεσθαι. διὸ ἐνθένδε κἀγὼ κατάρξομαι· καιρὸς γάρ. Οὐδὲν οὕτως ὀνῆσαι δυνήσεται πρὸς τὸ καλὸν τὸν ἄνθρωπον, ὠ καλλιπάρθενοι, ὡς ἁγνεία· τὸ γὰρ κάλλιστα καὶ ἄριστα διακυβερνηθῆναι τὴν ψυχὴν καὶ κηλίδων καὶ μιασμάτων καθαρὰν ἀπολου- θῆναι τοῦ κόσμου, μόνη ποιεῖ τοῦτο καὶ ἐργάζεται ἁγνεία. ἀφ' οὑ γὰρ ὁ Χριστὸς ἐδίδασκεν αὐτὴν ἀσκεῖν ἡμᾶς καὶ ἐμήνυσεν ἡμῖν τὸ ἀνυπέρβλητον κάλλος αὐτῆς, ἡ βασιλεία τοῦ πονηροῦ καθῃρέθη, πρότερον ἀεὶ πάντας αἰχμαλωτίζοντος καὶ δουλουμένου, ὡς μὴ τῶν παλαιοτέρων εὐάρεστον γεγονέναι κυρίῳ τινά, ἀλλὰ πάντας ἐπικρατηθῆναι πταίσμασιν, οὐ σφόδρα τοῦ νόμου τῆς φθορᾶς ἀρκέσαντος ἐλευθερῶσαι τὴν ἀνθρωπότητα, μέχρις ἡ παρθενία διαδεξαμένη τὸν νόμον Χριστοῦ ταγαῖς τῶν ἀνθρώπων ἐβασίλευσεν. οὐ γὰρ ἂν οὕτως οἱ πρόσθεν εἰς μάχας καὶ φόνους καὶ ἔρωτας καὶ εἰδωλολατρείας συνελαύνοντο πολλάκις, εἰ ἦν αὐτοῖς ἡ ἐκ τῶν νόμων αὐτάρκης πρὸς σωτηρίαν δικαιοσύνη. νυνὶ δὲ τότε μὲν μεγάλαις καὶ πολλαῖς πολλάκις ἐνεφύροντο συμφοραῖς· ἀφ' οὗ δὲ Χριστὸς ἐνηνθρώπησς καὶ παρθενίᾳ τὴν σάρκα κοσμήσας ὥπλισεν, ὁ ἀμοτύραννος ἄρχων τῆς ἀκρασίας ᾑρέθη καὶ εἰρήνη καὶ πίστις κροτεῖ, οὐκέτι τῶν ἀνθρώπων ὡσαύτως τρεπομένων εἰς εἰδωλολατρείαν ὥσπερ καὶ πάλαι.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
