# Symposium Sive Convivium Decem Virginum 1.1-2

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος ζ΄. Πρόκιλλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/1.1-2

Ἡ δὲ ἀναστᾶσα καὶ ἔμπροσθεν παρελθοῦσα τῆς κλισιάδος ἔλεξε τοιάδε· Ἀπορρᾶθυμεῖν καὶ μετὰ τοσούτους οὐ θέμις μοι λόμους, CO Ἀρετή, ἀναμφισβητήτως πεπιστευκυῖαν τῇ »πολυποικίλῳ τοῦ θεοῦ σοφίᾳ«, , πλουσίως ἐχούσῃ διδόναι καὶ διαφόρως ὄτῳ βούλεται. καὶ γὰρ πελάγιοι πλωτῆρές φασι φέρεσθαι μὲν τοῖς ναυτιλλομένοις τὸ αὐτὸ πνεῦμα, ἄλλους δὲ τὰ περὶ τὸν πλοῦν ἀλλοίως αὐτῶν] μετα- χειριζομένους οὐκ εἰς τὴν αὐτὴν εἰσορμίσασθαι σπεύδειν· οἶς μὲν γὰρ τὸ πνεῦμα κατὰ πρύμναν οὔριον ἵσταται, τοὺς δὲ καὶ ἐξ φέρει, καὶ ὅμως ἑκατέροις ὁ πλοῦς ἀνύεται ῥᾷστα. ἀτὰρ δὴ τῆς σοφίας νοερὸν πνεῦμα καὶ ἃγιον καὶ μονογενές«, ἀπὸ πατρῴων ἄνωθεν πράως καταπνεόμενον θησαυρῶν, πάσαις ἡμῖν λιγυρὸν οὖρον πνεῦσαν γνώσεως ἐπαρκέσει τὸν δρόμον ἀλύπως ἀπευθῦναι τῶν λόγων· ἐμοὶ γὰρ καιρὸς ἤδη λέγειν. Εῖς τρόπος Μὴς ἐπαίνων οὑτός ἐστιν, ώ παρθένοι, καὶ σεμνός, ὁπόταν ὁ ἐπαινῶν τοῦ ἐπαινουμένου τῶν ἐπαίνων κρείττονα παρέχῃ μάρτυρα· πάρεστι γὰρ ἐντεῦθεν μαθεῖν ἀκριβῶς, ὄτι μὴ πρὸς χάριν μηδὲ ἐξ ἀνάγκης μηδὲ κατὰ δόξαν ἡ εὐφημία γίνεται τῶν λόγων, ἀλλὰ κατὰ ἀλήθειαν καὶ ἀθώπευτον κρίσιν. καὶ γὰρ οἱ πληρέ- στερον εἰσηγησάμενοι περὶ τοῦ πρὸ αἰώνων υἱοῦ τοῦ θεοῦ προφῆται καὶ ἀπόστολοι καὶ μᾶλλον αὐτὸν τῶν ἄλλων θεολογήσαντες ἀνθρώπων οὐκ εἰς ἀγγελικὴν ἀνήγαγον αὐτῷ ῥῆσιν τοὺς ἐπαίνους, ἀλλ εἰς αὐτὸν τὸν ἀνημμένον πάντων τὸ κῦρος καὶ τὸ κράτος· ἦν γὰρ ἐμπρεπὲς τὸν ἁπάντων μείζονα τῶν ἄλλων μετὰ τὸν πατέρα μόνῳ τῷ ἑαυτοῦ μείζονι πατρὶ χρήσασθαι μάρτυρι. καὶ δὴ καὶ τῆς ἁγνείας οὐκ εἰς ἀνθρωπίνην ἀνοίσω κάγὼ δόξαν τοὺς ἐπαίνους, ἀλλ’ εἰς αὐτόν, ᾦ μέλομεν καὶ ὅς τὸ πᾶν ἀνῄρηται, γεωργὸν αὐτῆς ἀποδεικνύουσα τοῦτον καὶ ἐραστὴν τῆς ὥρας ὄντα καὶ ἀξιόχρεω μάρτυρα. καὶ τοῦτο καὶ ἐν τῷ τῶν Ἀθσνλατωβ Ἄισματι πάρεστι διαθρῆσαι τῷ βουλομένῳ φανερῶς, ἔνθα αὐτὸς ὁ Χριστὸς τὰς ἐν παρθνίᾳ παγίως καταγεγενημένας ἐγκωμιάζων φησίν »ὡς κρίνον ἐν μέσῳ ἀκΜῶν, οὕτως ἡ πλησίον μου ἐν μέσῳ τῶν θυγατέρων«, κρίνῳ πρεικάζων διὰ τὸ καθαρὸν καὶ εὔπνουν καὶ ἡδὺ καὶ ἱλαρὸν τὸ χάρισμα τῆς ἁγνείας· ἐαρινὸν γὰρ ἡ ἁγνεία καὶ ἐπανθοῦν ἁβρῶς ἀεὶ λευκοῖς τοῖς κάλυξι τὴν ἀφθαρσίαν. ὅθεν δὴ καὶ ἐρᾶσθαι τοῦ κάλλους τῆς ἀκμῆς αὐτῆς ὁμολογεῖν οὐκ ἐπαισχύνεται, »ἐκαρδίωσας ἡμᾶς« ἐν τοῖς ἑξῆς ἀδελφή μου νύμφη«, λέγων »ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ, ἐνθέματι τραχήλου σου. ὅτι ἐκαλλιώθησαν θησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματ. κηρίον ἀποστάζουσι χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη«. Χριστὸς Χριστὸς ταῖς ἐπὶ πέρατα παρθενίας ἐλθούσαις τὰ ἐγκώμια ψάλλει, πάσας ἑνὶ περιγράψας τῷ νύμφης ὀνόματι, ἐπειδὴ τὴν νύμφην ὴρμόσθαι μὲν δεῖ καὶ κατωνομάσθαι τῷ ἄχραντον δὲ ἔτι καὶ ἀμιγῆ τυγχάνειν, παράδεισον ὥσπερ ἐσφραγισμένην, ἐν ᾡ πάντα τῆς εὐωδίας τῶν οὐρανῶν φύει τὰ ἀρώματα, ἴνα μόνος ἐλθὼν αὐτὰ δρέψηται Χριστὸς ἀσωμάτοις βλαστήσαντα σποραῖς. ἐρᾷ γὰρ ὁ λόγος οὐδενὸς τῶν σαρκός, ὅτι μὴ πέφυκεν ἀποδέχεσθαί τι τῶν φθειρομένων, οἷον χεῖρας ἢ πρόσωπον ἢ πόδας, ἀλλ’ εἰς αὐτὸ τὸ ἄϋλον καὶ πνευματικὸν βλέπων εὐφραίνεται κάλλος, μὴ ἁπτόμενος τοῦ ὥρας. τῆς ὥρας.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
