# Symposium Sive Convivium Decem Virginum 14.1

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος η΄. Θέκλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/14.1

ΘΕΚΛΑ. Πάλιν οὖν δὴ πρῶτον περὶ τῶν τοιούτων εἰς δύναμιν εἴπωμεν, τὴν γοητείαν αὐτῶν, ἐφ᾿ ᾑ θρασύνονται, γυμνώ- σαντες, ὡς μόνοιν κατειληφότων ἐς οἵων ὁ οὐρανὸς κεόσμηται σχημάτων κατὰ τὰς Χαλδαϊκὰς ὑποθέσεις. φάσκουσι γὰρ ὥσπερ σφαίρας ἐντόρνου στροφαῖς ἀπεικάζεσθαι τὴν περιφέρειαν τοῦ κόσμου, τῆς γῆς κέντρου καὶ σημείου τόπον ἐχούσης. περιφορᾶς γὰρ οὔσης σφαι- ρικῆς, ἀνάγκη, φασί, κατὰ τὰς ὁμοίας διαστάσεις τῶν αὐτῶν ὄντων διαστημάτων μέσην τοῦ παντὸς τὴν γῆν τυγχάνειν, περὶ ἣν ὁ οὐρανὸς περιδινεῖται προγενεστέραν οὐσαν. εἰ γὰρ ἐκ σημείου καὶ κέντρου περιφέρεια συνέστηκεν, ὃ δὴ κύκλος εἶναι δοκεῖ, ἀδύνατον δὲ χωρὶς σημείου καταγραφῆναι κύκλον, κύκλον δ’ ἔσεσθαι ἀδύνατον ἄνευ σημείου, πῶς οὐ πρὸ πάντων ἡ γῆ, φασί, συνέστηκε καὶ τὸ κατ’ αὐτὴν χάος καὶ βάθος; εἰς χάος γὰρ ὄντως καὶ βάθος κατωλίσθησαν οἱ σχέτλιοι πλάνης, ὅτι »γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία«, καὶ ταῦτα καὶ τῶν παρ᾿ αὐτοῖς εἰρηκότων σοφῶν ὡς οὐδὲν Ὀλυμπίων ἐντιμότερον γηγενὲς καὶ πρεσβύτερον. ὅθεν οὐκ ἀεὶ παῖδες ὄντως οἱ Χριστὸν ἐγνωκότες, καθάπερ Ἕλληνες οἱ μύθοις μᾶλλον καὶ πλάσμασιν ἢ τέχνῃ τῶν λόγων τὴν ἀλήθειαν χώσαντες καὶ τοῖς οὐρανίοις τὰς τῶν ἀνθρώπων προσαρμόσαντες συμφοράς, οὐδὲν αἰσχύνονται καταγράφοντες τὴν τῆς οἰκουμένης περιφορὰν γεωμετρικοῖς θεωρήμασι καὶ σχήμασι. καὶ τὸν οὐρανὸν εἰδώλοις πτηνῶν καὶ νηκτῶν καὶ χερσαίων εἰσηγούμενοι κεκοσμῆσθαι καὶ τὰς ποιότητας τῶν ἀστέρων ἐκ τῶν περὶ τοὺς ἀρχαίους ἀνθρώπους συμφορῶν κατεσκευάσθαι, ὥστε τὰς τῶν πλανητῶν αὐτοῖς κινήσεις ἐκ τῶν τοιούτων ἡρτῆσθαι σωμάτων. εἱλίσσεσθαι γὰρ περὶ τὴν τῶν δώδεκα ζωδίων φύσιν φασὶ τοὺς ἀστέρας, ἑλκομένους τοῦ ζωδιακοῦ κύκλου τῇ φορᾷ, ὡς καὶ διὰ τῆς συγκράσεως αὐτῶν ὁρᾶσθαι τὰ ἀποβαίνοντα πολλοῖς κατὰ τὰς πρὸς ἀλλήλους αὐτῶν συναφείας τε καὶ ἀπορροίας, ἀνατολάς τε αὖ καὶ δύσεις. σφαιροειδὴς γὰρ ὑπάρχων πᾶς ὁ οὐρανὸς καὶ κέντρῳ καὶ σημείῳ κατ αὐτοὺς τῇ γῇ χρώμενος, διὰ τὸ πάσας ἀπὸ τῆς περιφορᾶς τὰς προσπιπτούσας εὐθείας ἐπὶ τὴν γῆν ἔσας ἀλλήλαις εἶναι, ὑπὸ τῶν περιεχόντων αὐτὸν <ται> κύκλων· ὧν μείζων μὲν ὁ μεσημβρινὸς καὶ δεύτερος ὁ εἰς ἴσα τέμνων μέρη καλούμενος ὁρίζων, τρίτος δὲ ὁ τούτους ἐπιδιαιρῶν ἰσημερινός. παρ᾿ ἑκάτερα δὲ τούτου τροπικοὶ δύο, θερινὸς καὶ χειμερινός· καὶ ὁ μὲν πρὸς τοῖς ἀρκτίοις, ὁ δὲ πρὸς τοῖς νοτίοις. κατὰ δὲ τούτων ὁ λεγόμενος ἄζων, περὶ ὃν αἵ τε Αρκτοι, ὅ τε ἀνταρκτικὸς ἔξωθεν τῶν τροπικῶν. καὶ αἱ μὲν Ἄρκτοι περὶ αὑτὰς στρεφόμεναι καὶ βρίθουσαι τὸν διὰ τῶν πόλων ἄξονα τὴν τοῦ παντὸς ἀπεργάζονται κίνησιν κόσμου, κατὰ τὰς ἀλλήλων ἰξύας ἔχουσαι τὰς κεφαλὰς καὶ ἄχραντοι τοῦ καθ’ ἡμᾶς ὁρίζοντος οὖσαι, τῷ τὸν ζωδιακὸν κύκλον πάντων ἐφάπτεσθαι τῶν κύκλων, λοξὴν ποιούμενον τὴν κίνησιν· εἶναί τε ἐν αὐτῷ ζωδίων ἀριθμόν, ἃ καλεῖται δωδεκατημόρια δώδεκα, ἀπὸ Κριοῦ τὴν ἀρχὴν ἔχοντα μέχρι τῶν Ἰχθύων· ἃ κατηστερίσθαι παριστᾶσιν ἐχεμύθοις αἰτίαις· τὸν μὲν Κριὸν φάσκοντες τὸν τὴν Ἕλλην εἶναι τὴν Ἀθάμαντος διακομίσαντα καὶ Φρίξον εἰς Σκύθας, τὸ δὲ Βούκρανον, εἰς τιμὴν Διός, τοῦ τὴν Εὐρώπην ταύρου διαπεραιώσαντος εἰς τὴν Κρήτην· καὶ τὸν καλούμενον δὲ Γαλαξίαν κύκλον, ὃς τὴν ἀρχὴν ἀπὸ τοῦ συνδέσμου τῶν Ἰχθύων ἐπὶ τὸν Κριὸν Κριὸν ἐκ τῶν τῆς Ἥρας μαζῶν Ἡρακλεῖ προχυθῆναι λόγος Διὸς ταγαῖς. ὥστε κατ᾿ αὐτοὺς πρὸ τῆς Εὐρώπης καὶ Φρίξου καὶ τοῖν Διοσκούροιν καὶ τῶν ἄλλων ζωδίων τῶν ἐξ ἀνθρώπων καὶ θηρίων καταστερισθέντων οὔπω γένεσις ἦν, ἀλλὰ χωρὶς γενέσεως ἐβίωσαν ἡμῶν οἱ παλαιότεροι. ἐπιχειρητέον γὰρ μή πως τὸ ψεῦδος ἰσχύσωμεν ὥσπερ ἰατροὶ φαρμάκοις τῶν λόγων ἀμβλύνοντες ἰατικοῖς σβέσαι, τῇδε σκοποῦσαι τὴν ἀλήθειαν.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
