# Symposium Sive Convivium Decem Virginum 15

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος η΄. Θέκλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/15

Εἰ κρεῖσσον ἦν τὸ ὑπὸ γένεσιν εἶναι τοὺς ἀνθρώπους, ὠ σχέτλιοι, τοῦ μὴ εἶναι, δι᾿ ἣν αἰτίαν οὐκ αὐτόθεν, ἀφ᾿ οὗπερ τὸ γένος ἔφυ τὸ τῶν ἀνθρώπων, γένεσις ἦν; εἰ δὲ ἦν, τίς χρεία τῶν ὑπόγυιον καταστερισθέντων, Λέοντος Καρκίνου, Διδύμων, Παρθένου, Ταύρου, Ζυγοῦ, Σκορπίου, Κριοῦ, Τοξότου, Ἰχθύων, Αἰγόκερω, Ὑδροχόου, Περσέως, Κασσιοπείας, Κηφέως, Πηγάσου, Ὕδρου, Κόρακος, Κρατῆρος, Λύρας. Δράκοντος, καὶ τῶν ἄλλων, ἐξ ὡν εἰσηγεῖσθε κατακοσμηθέντων τοὺς πολλοὺς κατειληφέναι τὴν μαθηματικὴν ταύτην, μᾶλλον δὲ καταθεματικήν, πρόγνωσιν; ἤτοι οὐν καὶ ἐπὶ τῶν ἔμπροσθεν γένεσις ἦν, καὶ μάταιος ἡ τούτων σύστασις, ἢ οὐκ ἦν, καὶ εἰς τὴν κρείσσονα κατάστασιν καὶ διαγωγὴν ὁ θεὸς τὸν βίον μετέστησε, τῶν ἔμπροσθεν χείρονα βιωσάντων χρόνον. ἀλλὰ κρείττους οἱ παλαιότεροι τῶν νῦν, ὅθεν καὶ χρυσοῦν ἐκλήθησαν γένος. οὐκ ἄραγένεσις. εἰ ὁ ἥλιος καθιππεύων τοὺς κύκλους καὶ ἐπιπορευόμενος ἐτησίοις τε ζώδια περιόδοις τὰς μεταβολὰς ἀποτελεῖ καὶ τὰς τροπὰς τῶν καιρῶν, οἱ πρὸ τοῦ καταστερισθῆναι τὰ ζώδια γεγονότες καὶ κοσμηθῆναι τούτοις τὸν οὐρανὸν πῶς διήρκεσαν, μηδέπω θέρους, μετοπώρου, χειμῶνος, ἔαρος διακεκριμένων, δι᾿ ὡν ἡ τοῦ σώματος αὔξεται καὶ συγκρατεῖται φύσις; ἀλλ᾿ ἐξήρκεσαν καὶ πολυχρονιώτεροι γεγόνασι καὶ ῥωμαλεώτεροι παρὰ τοὺς νῦν, ὁμοίως καὶ τότε διευθύναντος τοὺς καιροὺς τοῦ θεοῦ. οὐκ ἄρα ἐκ τοιούτων ὁ οὐρανὸς πεποίκιλται σχημάτων. εἰ ὁ »ἥλιος καὶ ἡ σελήνη καὶ« τὰ »ἄλλα ἄστρα«, τὰ εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονότα καὶ κόσμον οὐρανοῦ καὶ τροπὰς καιρῶν, θεῖά ἐστι καὶ κρείττονα τῶν ἀνθρώπων, ἀνάγκη καὶ κρείττονα βίον καὶ μακάριον αὐτὰ καὶ εἰρηνικὸν καὶ πολλῷ τοῦ ἡμετέρου βίου διαλλάττοντα δικαιοσύνῃ καἰ ἀρετῇ διάγειν, κινούμενα κίνησιν εὔτακτον καὶ εὐδαίμονα. εἰ δὲ τἀς τῶν θνητῶν συμφορὰς καὶ κακοφροσύνας αὐτὰ τεκταίνεται καὶ ἐνεργεῖ, περὶ τὰς ἀσελγείας ἀσχολούμενα καὶ τὰς μεταβολὰς καὶ τροπὰς τοῦ βίου ἄρα ἀθλιώτερα τῶν ἀνθρώπων ἐστίν, εἰς τὴν γῆν βλέποντα καὶ τὰς ἐπικήρους καὶ ἀθέσμους πράξεις καὶ μηδὲν κρεῖττον τῶν ἀνθρώπων διάγοντα, εἴ γε τῆς ἐκείνων ἀπορροίας καὶ κινήσεως ὁ ἡμέτερος ἤρτηται βίος.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
