# Symposium Sive Convivium Decem Virginum 2-4

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος δ΄. θεοπάτρα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/2-4

Ἐγὼ γὰρ ἀκριβῶς ᾐσθῆσθαί μοι δοκῶ, ὅτι τῆς εἰς τὸν παράδεισον ἀποκαταστάσεως καὶ τῆς εἰς τὴν ἀφθαρσίαν μεταβολῆς καἰ τῆς πρὸς τὸν θεὸν καταλλαγῆς οὐδὲν αἴτιον οὕτως ἄλλο γέγονε καὶ σωτήριον ἀνθρώποις, τὸ στρατηγῆσαν ἡμᾶς εἰς ζωήν, ὡς ἁγνεία. πειράσομαι γὰρ ᾗ διανοοῦμαι περὶ τούτων ἐνδείξασθαι νῦν, ἴνα σαφῶς τὴν δύναμιν τοῦ προειρημένου χαρίσματος ἀκούσασαι, πόσων ἡμῖν παρεκτικὸν ἀγαθῶν ἐγενήθη γνῶτε. τὸ γοὺν ἀρχαῖον, μετὰ τὸ μετοικισθῆναι τὸν ἄνθρωπον ἐκβληθέντα διὰ τὴν παράβασιν, τὸ ῥεῦμα τῆς φθορᾶς ἐπὶ πολὺ προσεχύθη καὶ φερόμενον σφοδρῶς συρμοῖς ἐξαισίοις οὐ μόνον ἔξωθεν ἀτάκτως παρεφέρετο ἀλλ’ ἤδη καὶ ἐπεισχεόμενον εἴσω κατέκλυζε τὰς ψυχάς. συνεχῶς τοῦτο πάσχουσαι κωφαὶ καὶ δουμαθεῖς ἐφέροντο, κυβερνᾶν ἀπαλλαγήσασαι τὰ σφέτερα σκάφη παρὰ τὸ μὴ ἔχειν βεβαίου τινός. αἱ γὰρ αἰσθήσεις τῆς ψυχῆς, ὡς οἱ τούτων ἒφασαν ἐπιστήμονες, ἐπειδὰν τῶν ἒξωθεν προσπιπτόντων παθῶν ἡττηθεῖσαι. προσδέξωνται τὰς ἐπιφορὰς τοῦ τῆς ἀνοίας ἐπικλύσαντος εἲσω κύματος, εὐθέως τῆς εὐθείας ὁρμῆς ἐμποδίζουσι σκοτωθεῖσαι τὸ πᾶν αὐτῆς εὐήνιον πορεύεσθαι κατὰ φύσιν κύτος. ὅθεν οὐν ὁ θεὸς οἰκτειρήσας ἡμᾶς ἡμᾶς οὕτως καἰ οὒτε ἀνασχεῖν οὒτε ἀνασφῆλαι δυναμένους κατεπερμψεν ἐξ οὐρανῶν τὸ ἄριστον καὶ εὐκλεέστατον βοήθημα, τὴν ἁγνείαν, ὅπως ἐξ αὐτῆς ἀποδήσαντες ἡμῶν τὰ πλοίων δίκην γαληναίως ἔχωμεν ὁρμισθέντες τῆς φθορᾶς, καὶ τὸ πνεῦμα τὸ ἅγιον μαρτυρεῖ. τοῦτο γὰρ ἐν τῷ ἑκατοστῷ κοστῷ φέρεται ψαλμῷ, ἔνθα ὕμνον εὐχαριστήριον ἱλαρῶς αἱ ψυκαὶ τῷ θεῷ, ὁπόσαι δὴ παραληφθεῖσαι καὶ καρατηθεῖσαι περιπολοῦσιν ἤδη μετὰ Χριστοῦ τὸν οὐρανόν, ὅτι ὑπὸ τῶν ὑλικῶν καὶ σωματικῶν ῥευμάτων. ἐντεῦθεν γὰρ καὶ τὸν Φαραώ φασι τύπον ἀπενέγκασθαι <τὸν> κατὰ τὴν τοῦ διαβόλου, ἐπειδὴ τὰ μὲν ἄρρενα ἀφειδῶς εἰς τὸν ποταμὸν ἐκέλευε ῥίπτεσθαι, τὰ δὲ θήλεα ζῳογονεῖσθαι. καὶ γὰρ καἰ ὁ διάβολος βασιλεύων »ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωυσέως« τῆς μγεάλης Αἰγύπτου, τοῦ κόσμου, τὰ μὲν ἄρρενα καὶ νοητὰ τῆς ψυχῆς ἔκγονα ὑπὸ παραφέρεσθαι καὶ ἀναιρεῖσθαι παθῶν σπουδὴν ἒσχε, τὰ δὲ σαρκικὰ σαρκικὰ καὶ αἰσθητὰ αύξάνεσθαί τε καὶ πληθύνεσθαι γλίχεται.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
