# Symposium Sive Convivium Decem Virginum 2-7

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος ζ΄. Πρόκιλλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/2-7

Ἐπισκέψασθε γὰρ ὅτι τὸ ἐκαρδίωσας ἡμᾶς‘, ὠ παρθένοι, τῇ νύμφῃ πρὸς αὐτοῦ λεγόμενον, ἑνὶ ἀπὸ ὀφθαλμῶν σου. τὸν διορατικὸν τῆς φρονήσεως ὀφθαλμὸν δείκνυσιν, ὁπότε δὴ τοῦτον ὁ ἔσω σμήξας ἄνθρωπος καθαρῶς τρανότερον τὴν ἀλήθειαν ἐποπτεύει· δισσὴν γὰρ ὄφεως δύναμιν εἶναι παντί που καταφανές, μίαν μὲν ψυχῆς, θατέραν δὲ σώματος. ἀλλ’ οὐχὶ τῆς τοῦ σώματος ὁ λόγος ἐρᾶν ὁμολογεῖ, ἀλλὰ τῆς κατὰ διάνοιαν μόνης, ἐν ἑνί« φάσκων »ἐκαρδίωσας ἡμᾶς ἀπὸ ὀφθαλμῶν σου, καὶ ἐν μιᾷ, ἐνθέματι τραχήλου σου«, ὅπερ ἐστίν· ὠ αὕτη, τῷ ἐπεράστῳ σου βλέμματι τῆς συνέσεως ἀνεπτέρωσας ἡμῶν τὴν καρδίαν εἰς πόθον, ἔδωθεν τὸν ἀρίηλον κόσμον ἐξαστράπτουσα τῆς σωφροσύνης. ἐνθέματα γὰρ τραχήλων καλεῖται τὰ περιδέραια, τὰ ἐκ τιμίων καὶ ποικίλων συντιθέμενα λίθων. ἀλλ’ αἱ μὲν σωμασκοῦσαι ψυχαὶ τὸν αἰσθητὸν τουτονὶ κόσμον ἀμφὶ τὸν τράχηλον τὸν ἔξω τῆς σαρκὸς περιτιθέασι πρὸς ἀπάτην τῶν θεωμένων, αἱ δὲ ἁγνεύουσαι ἔνδοθεν ἔμπαλιν τὸν ἐξάπτονται, τὸν ἀπὸ τῶν τιμίων καὶ ποικίλων ὡς Μῶς συγκείμενον λίθων τῆς ἐλευθερίας, τῆς μεγαλοφροσύνης, τῆς σοφίας, τῆς ἀγάπης, ὀλίγα φροντίσασαι τῶν τῇδε προσκαίρων ποοικιλμάτων, ἃ φύλλων δίκην πρὸς ὥραν θάλλοντα συναφαυαίνονται τοῦ σώματος ταῖς τροπαῖς. διπλοῦς γὰρ ὁ περὶ τὸν ἄνθρωπον φαίνεται κόσμος, ὧν τὸν ἔνδον ὁ κύριος ἀποδέχεται, τὸν ἀκήρατον, »ἐν μιᾷ« λέγων τραχήλων ἐνθέματι« τῆς νύμφης κεκαρδιῶσθαι, οἱονεὶ τὸ τοῦ ἔσωθεν ἀνθρώπου τῆς καταστολῆς αἴγλην ἀποστίλβοντος ὠρέχθαι σημαίνων, ὥς που καὶ ὁ ψαλμῳδὸς μαρτυρεῖ, »πᾶσα« λέλων »ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν«.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
