# Symposium Sive Convivium Decem Virginum 2.1

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος ί. Δομνίνα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/2.1

Ἀλλ’ ἴνα μὴ δόξω τισὶ σοφίζεσθαι καὶ ἀπὸ τῶν εἰκότων τεκμαίρεσθαι ταῦτα καὶ φληναφᾶν, ἐκ τῆς παλαιᾶς ὑμῖν, ὠ παρθένοι, κἀγὼ παρέζομαι διαθήκης ἔγγραφον προφητείαν, ὡς ἀληθῆ λέγω, τοὺς Κριτάς, ἔνθα φανερῶς ἡ βασιλεία τῆς ἁγνείας ἤδη προκατήγγελτο. φησὶ γάρ πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρίσαι ἐφ ἑαυτῶν βασιλέα, καὶ εἶπαν τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἠμᾶς. καὶ εἷπεν αὐτοῖς ἡ ἐλαία· ἀφεῖσα τὴν πιότητά μου, ἥν ἐδόξασεν ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν φύλων; καὶ εἶπαν τὰ ξύλα πάντα τῇ συκῇ· δεῦρο βασίλευσον ἐφ’ ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ· βασίλευσον ἐφ ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφρο- σύνην τῶν ἀυθρώπων, πορευθῶ ἄρχεῖν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· δεῦρο βασίλευσον ἐφ' ἡμᾶς. καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀλησίᾳ χρίετέ με ὑμεῖς εἰς βασιλέα βασιλέἂ ὑμᾶς, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· εἰ μή, ἐξέλθῃ πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου.« ταῦτα δὲ ὅτι μὴ περὶ ξύλων τῶν ἐκ τῆς φυομένων ἐλέχθη, σαφές· οὐ οὐ ἄν ἑαυτοῖς τὰ δἐνδρα τὰ ἄψυχα χειροτονήσοντα βασιλέα συνήρχοντο, ταῖς ῥίζαις εἰς τὴν γῆν κατεστηλωμἐνα. ἀλλὰ πάντως περὶ ψυχῶν ἱστορεῖται ταῦτα, αἵ, πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ καθυλομανήσασαι τοῖς παραπτώμασιν, , προσίασιν, οἶκτον αὐτῶν ἀξιοῦσαι λαβεῖν τὸν θεὸν καὶ βασιλεῦσαι τὸν ἔλεον ἐπ' αὐτὰς ἤδη καὶ τὴν εὐσπλαγχνίαν, ἥν ἐλαίας τύπῳ παρέλαβεν ἡ γραφὴ διὰ τὸ ἀρωγὰν τὸ ἔλαιον σωμάτων εἶναι καὶ λυτήριον καμάτων καὶ πόνων, φωτός τε παρεκτικόν. ἐλαίῳ γὰρ καταρδόμενον πᾶν τὸ λυχνιαῖον αὔξεται σέλας· λυτήριοι δὲ καὶ οἱ τοῦ θεοῦ πάντως οἰκτιρμοὶ θανάτου καὶ ἁμαρτημάτων καὶ ἀρωγοὶ τῆς ἀνθρωπότητος καὶ τοῦ τῆς καρδίας φωτὸς θρεπτικοί. καὶ ἐπισκέψασθε μήποτε τὰς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διάβολος ἀντιμίμοις ἐξηπάτησε πλάσμασι τὸ τῶν ἀνθρώπων γένος· τὴν μὲν οὖν συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν παράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ ἐντολῇ, ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἐπεκάλυψε συκῆς, τὴν δὲ ἄμπελον τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε διὰ τὸ οἴνῳ κοιμηθέντα χλευασθῆναι, τὴν δὲ ἐλαίαν τῇ κατὰ τὴν ἔρημον τῷ Μωσεῖ, ἐπειδὴ τὸ χάρισμα τὸ προφητικόν, τὸ ἕλειον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν ἐκλελοίπει τῆς κληρονομίας, τὴν δὲ ῥάμνον τῇ ἐπὶ τῇ σωτηρίᾳ τοῦ κόσμου τοῖς ἀποστόλοις, ἐπειδήπερ δἰ αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴδωλον οὐκ ἴσχυσεν ὀ διάβολος σκευάσαι. καὶ διὰ τοῦτο καὶ εάαγγέλια τέσσαρα παραδέδοται, τετρά- κις εὐαγγελισαμένου τοῦ θεοῦ τὴν ἀνθρωπότητα καὶ παιδαγωγήσαντος τέσσαρσι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται διὰ] τῶν καρπᾶν. ἡ μὶν γὰρ συκῆ συκῆ τὴν γλυκασίαν γαὶ τὸν ὡραϊσμὰν τὴν τρυφὴν τὴν πρὸ τῆς παραβάσεως ἐν παραδείσῳ τοῦ ἀνθρώπου παρίστησι γεγενημένην· ἔστι γὰρ ὅτε δὴ καὶ σφόδρα πολλαχῶς τῆς συκῆς τὸν καρπὸν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τοῦ κρείττονος λαμβάνει, καθὼς ἀποδείξομεν ὕστερον. ἡ δὲ ἄμπελος, διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων τῆς ὀργῆς καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς φροντίδος τὴν] εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. ἡ δὲ ἐλαία διὰ τὸν καρπὸν τοῦ ἐλαίου τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος τοῦ θεοῦ μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, δοῦναι νόμον καὶ ἐμφανισθῆναί τισιν καὶ ὥσπερ ἀποσβεννυμένην ἤδη τὴν αὐγὴν τῆς ἀρετῆς ἐλαίω λιπᾶναι.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
