# Symposium Sive Convivium Decem Virginum 3-2

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος β΄. Θεοφίλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/3-2

Καὶ ἡ Μάρκελλα ὑπολαβοῦσα, Ὧ Θεοφίλα, μέγα σφάλμα ἒφη, καὶ ἐναντίον οἷς εἶπας ἀναφαίνεται, καὶ οἲει λεληθέναι παρωσαμένη τηλικοῦτον νέφος; ἥκει γὰρ ἐκεῖνος ὁ λόγος, ὃν ἴσως ἀπαιτῶν σέ τις, ὠ σοφτάτη, λέξει· Περὶ τῶν ἐκ μοιχίας ἀνόμως φυομένων Τί φῄς; ἒδωκας γὰρ εἰσελθεῖν εἰς τὸν κόσμον ἀμήχανον εἶναι καὶ ἀδύνατον, μὴ χειραγωγηθέντα τῷ θελήματι τῆς μεγαλοσὐνης, κατασκευασθέντος αὐτοῦ τοῦ σκηνώματος πρὸς τοῦ θεοῦ. καὶ ἵνα μὴ καταφύγῃς ὥσπερ εἰς τειχίον, ἐχέγγυον λέγουσαν γραφήν »τέκνα δὲ μοιχῶν ἀτελεσφόρητα«, ἀποκρούσεταί σε πράως εἰπὼν ὃτι· Καὶ μὴν τελεσφόροις πολλαχῶς ὠδῖσιν ὥριμον καρπὸν τοὺς ἐκ παρανόμων συλληφθέντας ὡδε συναλλαγῶν ὁρῶμεν φυομένους. εἰ δ᾿ αὖ πάλιν σοφιζομένη φαίης· Ὦ οὗτος, ἐγὼ τὸ ἀτελεσφόρητον ἐπὶ τῶν μὴ τελειουμένων ἡγοῦμαι τάσσεσθαι τῇ χριστοδιδάκτῳ δικαιοσύνῃ, λελέξεται· Καὶ μήνι ὠ μακαρία, πλεῖστοι τεχθέντες ἔξ ἀδίκου σπορᾶς οὐδὲν ἡσσον οὐ μόνον τῇ ποίμνῃ καταξιοῦνται τῶν ἀδελφῶν , ἀλλὰ καὶ προκαθηγεῖσθαι τούτων κληροῦνται πολλαχῶς. οὐκοῦν ὄντος φανεροῦ καὶ πάντων ἱστορούντων καὶ τὰ ἐκ μοιχείας φυόμενα τελεσιουργεῖσθαι, οὐ χρὴ νομίζειν συλλήψεων πέρι καὶ τοκετῶν τὸ πνεῦμα πεπροφητευκέναι, ἀλλ᾿ ἴσως περὶ τῶν τὴν ἀλήθειαν μοιχωμένων, οἵτινες κλεψισόφοις νοθεύοντες δόγμασι τὰς γραφὰς ἀτελεσφόρητον γεννῶσι σοφίαν, τῇ θεοσεβίᾳ συγκιρνῶντες τὴν πλάνην. διὸ καὶ ταύτης σου τῆς προφάσεως ἐξῃρημένης ἴθι δή, εἰ καὶ τὰ ἐκ μοιχείας εὐδοκοῦντος, ἀπόκριναι, τοῦ θεοῦ. ἔφης γὰρ εἶναι ἀδύνατον ἀνθρώπου γονήν, μὴ μορφώσαντος αὐτὴν καὶ ἐμψυχώσαντος τοῦ κυρίου.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
