# Symposium Sive Convivium Decem Virginum 3-8

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος η΄. Θέκλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/3-8

Ἐνταῦθα οὖν δὴ ἐλθούσας θαυμαστά τινα θεάσασθαι καὶ ἔκλαμπρα καὶ μακάρια κάλλη καὶ ὁποῖα ἐξειπεῖν εἰς ἀνθρώπους δυσχερές. εἶναι γὰρ αὐτὴν δικαιοσύνην καὶ αὐτὴν σωφροσύνην, ἀγάπην αὐτὴν ἐκεῖ καὶ ἀλήθειαν καὶ φρόνησιν καὶ τὰ ἄλλα ὡσαύτως ἐπιφανῆ τῆς σοφίας ἄνθη καὶ φυτά, ὧν ἡμεῖς ἐνθάδε σκιὰς μόνας φασματώδεις ὀνειρώσσοντες ἀπὸ τῶν πράξεων ἡγούμεα τῶν ἀνθρω- πίνων συνίστασθαι, ὅτι μὴ ἔστιν αὐτῶν δεῦρο μηδὲν εἴδωλον καταφανές, ἀλλ' ἀπεικονίσματα μόνον ἀειδῆ, ἃ δὴ καὶ αὐτὰ σκοτεινῶς πολλάκις ἀπεικάζοντες αἰσθανόμεθα. οὐ γὰρ ἂν πώποτε δικαιοσύνης αὐτῆς ἢ συνέσεως ἢ εἰρήνης ὀφθαλμοῖς ἐθεάσατο τις μέγεθος ἢ σχῆμα ἢ κάλλος· ἐκεῖ δὲ ἐν τῷ ὄντι, ὡς εἰσίν , ὁλοτελῆ βλέπονται καὶ σαφῆ. εἶναι γὰρ δένδρον τι σωφροσύνης αὐτῆς, εἶναι ἀγάπης, εἶναι συνέσεως, ὥπερ καὶ τῶν ἐνθάδε τὰ φυτὰ καρπῶν. οἶον σταφυλῆς ἢ ῥόας ἢ μήλων. οὕτω δὴ κἀκείνων βλέπεσθαι μὲν καὶ ἐσθίεσθαι τοὺς καρπούς, οὐ μὴν ἀπόλλυσθαι καὶ φθίνειν, ἀλλ’ εἰς ἀθανασίαν αὔξειν καὶ θειότητα καὶ τοὺς δρεπομένους· καθὼς κἀκεῖνος, ἐξ οὑ πάντες ἐσμέν, πρὸ τοῦ παραπεσεῖν καὶ πηρωθῆναι τὰς ὅψεις ἐν τῷ παραδείσῳ τυγχάνων ἀπεκαρπεύετο, τοῦ θεοῦ θεμιστεύοντος τὸν ἄνθρωπον τῶν τῆς σοφίας ἐργάτην τεθῆναι καὶ φύλακα φυτῶν. τοιούτους γὰρ ἠν καρποὺς πεπιστευμένος γεωργεῖν καὶ ὁ πρῶτος Ἀδάμ. καὶ ὁ Ἱερεμίας δὲ ταῦτα τυγχάνειν ἰδικῶς ἴν τινι τόπῳ καὶ ἀφεστῶτι μεγάλην ἀπόστασιν τῆς καθ’ ἡμᾶς οἰκουμένης οἶδεν, ἔνθα τοὺς ἐξολισθήσαντας τῶν αἰωνίων ἀγαθῶν κατοικτίζων λέγει »μέθετε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν ἡ σύνεσις τοῦ γνῶναι, ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη. τίς εὑρε τὸν τόπον αὐτῆς, ἢ τίς εἰσῆλθεν εἰς τοὺς αὐτῶν;‘ τούτων οὐν διελθούσας εἰς τοὺς θησαυροὺς ἀποκαρπεύεσθαι λόγος τῶν ἀρετῶν τὰς παρθένους, εὐτάκτοις φωσὶ καὶ πολλοῖς καταρδομένας, ἃ δίκην πηγῆς αὐταῖς ὁ θεὸς ἀνερεύγεται, καταλάμπων ἐκεῖνον τὸν αἰῶνα φωσὶν ἀδότοις. αἱ δὲ χορεύουσιν ἐμμελῶς γεραίρουσαι τὸν θεόν· περικέχυται τὰρ αὐταῖς ἀὴρ καθαρὸς καὶ μὴ καθιππευομενος ἡλίῳ.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
